# Ars Rhetorica 15-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ τῶν μελέταις πλημμελουμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/15-2

Ἐν δὲ τοῖς κεφαλαίοις πρὸς τῇ ἄλλῃ τῇ εἰρημένῃ ἀτεχνίᾳ καὶ τόδε [τὸ] πλημμέλημα, ἀλόγων τινῶν καὶ ἀπρεπῶν καὶ ἀπιθάνων κεφαλαίων συνήθεια, οἷς χρῶνται οἱ μελετῶντες, οὐκ ἂν χρησαμένων τῶν ὡς ἀληθῶς λεγόντων· ἃ καὶ καλοῦσιν καθολικὰ κεφάλαια. ἐν μὲν τῇ συμβουλευτικῇ ἰδέᾳ τὸ οὐ δεῖ πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι· τίς γάρ ἐστιν ὁ λέγων, ὅτι δεῖ 〈ἀεί〉 ποτε πόλεμον πρὸ εἰρήνης αἱρεῖσθαι; ἀλλ’ εἰ μέντοι, ζητοῦμεν καὶ τὸ πρὸς τίνας καὶ τὸ ἄχρι πόσου· ὧν ἡ ζήτησις ἐν τέσσαρσι τοῖς τῆς συμβουλῆς κεφαλαίοις, τῷ δικαίῳ, τῷ συμφέροντι, τῷ καλῷ, τῇ δυνάμει. ἐν δὲ ταῖς δικανικαῖς τὸ δεῖν τὸν ἠριστευκότα, τὸν ἀνῃρηκότα τύραννον δωρεὰν λαμβάνειν, 〈ἣν〉 ἂν θελήσῃ, πᾶσαν, ἐπειδὴ ὁ νόμος κελεύει· τοῦτο γὰρ πῶς οὐ παντάπασιν ἄλογον καὶ ἀναίσχυντον; ἀλλ’ εἰ μέν, ζητεῖται, 〈ἃ〉 βούλεταί τις, εἰ δίκαια καὶ πρέποντα αὐτῷ αἰτοῦντι λαβεῖν καὶ τοῖς ψηφιζομένοις παρασχεῖν. ἔτι κἀκεῖνο τὸ μὴ δεῖν τὸν στρατηγόν, τὸν ἄρχοντα τῶν κατὰ μέρος εὐ|θύνας ὑποσχεῖν· τούτῳ γὰρ σαφῶς ὁμολογεῖ ἀδικεῖν, τῷ μὴ πάντων ἀξιοῦν λόγον ὑποσχεῖν.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
