# Ars Rhetorica 15.1

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/15.1

Ὁ δέ γε Αἲας ἁπλούστατος ὤν βαθύτατος ἐν τοῖς λόγοις πάντων ἐστίν. ἀνίσταται γὰρ ὡς ὀργιζόμενος καὶ ἀξιῶν μηκέτι μηδὲ διαλέγεσθαι, καὶ λέγει· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ τῇδέ γ’ ὁδῷ κρανέεσθαι· καὶ ἐπιτιμᾷ Ἀχιλλεῖ χαλεπώτατα καὶ πικρότατα. ὁ δὲ μάλιστα ἐν τῇ παρρησίᾳ κετεύων καὶ δεόμενος καὶ βιαζόμενος Ἀχιλλέα οὗτός ἐστιν· ὑπωρόφιοι δέ τοι εἰμὲν πληθύος ἐκ Δαναῶν. | καὶ φαίνεταί γέ τοι οὕτως ἁπλοῦς δὴ καὶ ἀφελὴς καὶ παρρησίᾳ χρώμενος. εἶτα τῇ τέχνῃ προσχρώμενος φαίνεται μᾶλλον πεπεικώς. πῶς δή; Αἶαν διογενὲς Τελαμώνιε, κοίρανε λαῶν, πάντα τί μοι κατὰ θυμὸν ἐείσω μυθήσασθαι. ἀλλά μοι οἰδάνεται κραδίη χόλῳ, ὁππότε κείνων μνήσομαι, ὥς μ’ ἀσύφηλον ἐν Ἀργείοισιν ἔρεξεν. οὗτος οὖν ὁ λόγος δείκνυσιν, ὅτι καὶ τῆς ἁπλότητος προσποίησις σχήματος ἔργον ἐπιτελεῖ· ἐπεὶ καὶ αἱ τῶν χαρίτων ἀπαιτήσεις οὐκ ἄνευ τοῦ ἐσχηματίσθαι γίνονται. οἱ γὰρ αἰτοῦντες τὰς χάριτας παρὰ τῶν εὖ πεπονθότων ἐν καιρῷ φυλαττόμενοι τὸ ὀνειδίζειν εὐπρεπῶς ἀπαιτοῦσι. καὶ δείκνυσιν ἡμῖν ὁ ποιητής, τίς μὲν ἂν ἦν ἀτέχνου ἀπαιτήσεως τρόπος, τίς δὲ ἐντέχνου. ὁ Ἀχιλλεὺς τῇ μητρὶ λέγει· πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης, ὅτ’ ἔφῃσθα κελαινεφέι Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι. καὶ περαίνει τὴν διήγησιν πᾶσαν, καὶ ἐπάγει παραινῶν αὐτῇ τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λάβε γούνων. ταῦτα ὑπακούει τῷ παιδὶ Θέτις, καὶ πείθουσα αὐτὸν θαρρεῖν ἐπαγγέλλεται οὐ μόνον ἐρεῖν αὐτά, ἀλλὰ καὶ αὐτῇ λέξει λέγει τοῦτο δέ τοι ἔπος Διὶ τερπικεραύνῳ εἶμ’ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον, αἴ κε πίθηται. καὶ ταῦτα ὑποσχομένη, ἐπειδὴ ἀφίκετο πρὸς τὸν Δία, τὸ μὲν ὀνειδίζειν ἀφίησιν, τὸ δὲ ὑπομιμνῄσκειν ἐπιμελῶς πραγματεύεται· Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ἔτισα ἢ ἔπει ἢ ἔργῳ· τὸ μὲν ἔργον οὐκ εἶπεν, τὴν δὲ ἀνάμνησιν εὐπρεπῶς ἐποιήσατο. τοιοῦτός πως καὶ ὁ ἱερεύς ἐστιν, γυμνότερος μὲν ἢ κατὰ τὴν Θέτιν, εὐπρεπῶς δέ. ἐπικαλεσάμενος γὰρ τὸν θεὸν λέγει εἰ ποτέ τοι χαρίεντ’ ἐπὶ νηὸν ἔρεψα, ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ ἔκηα ταύρων ἠδ’ αἰγῶν, τόδε μοὶ κρήηνον ἐέλωρ. Καὶ τὰ μέτρα τῶν ἐσχηματισμένων λόγων παιδεύει ἡμᾶς Ὅμηρος, ὅτι οὐ 〈μόνον〉 τῆς εὐπρεπείας δεῖται, ἀλλὰ καὶ τῆς ἐν χρείᾳ συντομίας. πῶς γὰρ πάντων χρεία ἐστίν, ὅσων μὲν ἡ τέχνη παραδίδωσιν, 〈εἰ〉 ταῦτα ὁ καιρὸς παραιτεῖται; διδάσκει δὲ τοῦτο ἐν τοῖς Ἑρμοῦ λόγοις πρὸς Πρίαμον Ὅμηρος. τοῦτον γὰρ Ἑρμῆς ὥςπερ διδάσκαλος ὢν παιδεύει, πῶς χρὴ ἐντυχεῖν Ἀχιλλεῖ, καὶ παραδίδωσι τὰς μεθόδους τῆς ἱκετείας· τύνη δ’ εἰσελθὼν λάβε γούνατα Πηλείωνος, καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠυκόμοιο λίσσεο καὶ τέκεος, ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς· καὶ πάντας τοὺς ἀριθμοὺς τῆς ἱκετείας παραλαμβάνει, τὸ γένειον τὸ Ἀχιλλέως, 〈ἀνάμνησιν〉 πατρός, μητρός, υἱοῦ. ταῦτα μαθὼν ὁ γέρων οἶδεν τέχνην κατὰ τέχνης· προσελθὼν γὰρ τῷ Ἀχιλλεῖ τοῦ γενείου ἐπιλαμβάνεται καὶ λέγει μνῆσαι πατρὸς σεῖο, θεοῖς ἐπιείκελ’ Ἀχιλλεῦ. καὶ οὔτε τοῦ παιδὸς μέμνηται οὔτε τῆς μητρός, ἀλλὰ τοῦ πατρὸς μόνου. τὴν πολλὴν γὰρ χορηγίαν παρέλιπεν τῇ χρείᾳ τοῦ παιδός.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
