# Ars Rhetorica 16.1

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/16.1

Οὐκοῦν ὑπολείπεται ἡμῖν ἐκεῖνος ὁ λόγος, ὅτι Ὅμηρὸς ἐπενόησεν ἐσχηματισμένον λόγον δι’ εἰκόνος, ἵνα μηνύσῃ μὲν ὃ βούλεται, τὸ δὲ εὐπρεπὲς πρὸς * * * τὴν ἐπιτίμησιν, ἀλλ’ εἰκόνι τὸν λόγον διαπεράνας. καὶ οἱ πολλοὶ ἀγνοοῦσιν τὴν εἰκόνα. ἔστι δὲ ἡ εἰκὼν ἐν Ὀδυσσέως λόγῳ. ἐξάγει τοὺς Ἕλληνας ὁ Ἀχιλλεὺς ὡρμημένος σφόδρα ἐπὶ τῷ Πατρόκλου θανάτῳ. Ὀδυσσεὺς ἀξιοῖ αὐτοὺς πρότερον φαγεῖν καὶ οὕτως ἐξελθεῖν· καὶ ἐπιτιμᾷ τῷ Ἀχιλλεῖ, ὅτι προπετῶς ταῦτα βούλεται· καὶ λέγει τὴν ἀρχὴν τῆς παραινέσεως τὴν αἰτίαν, εἶτα τὴν παραίνεσιν ἀδιανοήτως. ἢ εἰπάτω τις, τί βούλεται τὸ κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. ἤδη τὰ προοίμια τῆς ἐπιτιμήσεως, ὥςπερ καὶ τὸ μὴ δ’ οὕτως ἀγαθός περ ἐών, θεοείκελ’ Ἀχιλλεῦ, κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. εἶτα εἰπν τῆς γνώμης τὴν ἀρχὴν ἐπάγει τῶ τοι ἐπιτλήτω κραδίη μύθοισιν ἐμοῖσιν. αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν, ἧς τε πλείστην μὲν καλάμην χθονὶ χαλκὸς ἔχευεν, | ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. καὶ ἡ εἰκὼν πέρας τῆς συμβουλῆς. εἰδέναι οὖν χρὴ ὅτι αὕτη ἡ εἰκὼν σοφία ἐστὶ τοῦ Ὀδυσσέως τοῦ μηροῦ. ἐπιτίμησις γάρ ἐστι πικρὰ πρὸς τὸν Ἀχιλλέα καὶ δι’ ἀπορρήτων λυπηρὰ παραίνεσις. διὰ τοῦτο καὶ τὸ προοίμιον αὐτῷ μακρόν ἐστι· κρείσσων εἰς ἐμέθεν καὶ φέρτερος οὐκ ὀλίγον περ ἔγχει· ἐγὼ δέ κε σεῖο νοήματί γε προβαλοίμην πολλόν, ἐπεὶ πρότερος γενόμην καὶ πλείονα οἶδα. αὐτὸ τὸ προοίμιον τοῦ σχήματός ἐστιν ἀρχή· μὴ πάνυ θάρρει τῇ ἀνθρεῖᾳ τῇ σαυτοῦ· εἰ δὲ μή, ἐλέγχεις αὐτὴν τὸ μηδὲν εἶναι· ἀλλ’ ἄκουε παρ’ ἀνδρὸς ἐμπείρου καὶ ἐπιστήμονος ἐκ πείρας πραγμάτων. τίς οὖν ἐστιν ἡ ἐπιτίμησις ἐκείνῳ; γαστέρι δ’ οὔ πως ἔστι νέκυν πενθῆσαι Ἀχαιούς. λίην γὰρ πολλοὶ καὶ ἐπήτριμοι ἤματα πάντα πίπτουσιν· πότε κέν τις ἀναπνεύσειε πόνοιο; ἀλλὰ χρὴ τὸν μὲν καταθάπτειν, ὅς κε θάνῃσιν, νηλέα θυμὸν ἔχοντας, ἐπ’ ἤματι δάκρυ χέοντας. ὅσσοι δ’ ἂν πολέμοιο περὶ στυγεροῖο λίπωνται, μεμνῆσθαι πόσιος καὶ ἐδητύος, ὄφρ’ ἔτι μᾶλλον ἀνδράσι δυσμενέεσσι μαχώμεθα νωλεμὲς αἰεὶ ἑσσάμενοι χροΐ χαλκὸν ἀτειρέα· μηδέ τις ἄλλην λαῶν ὀτρυντὺν προτιδέγμενος ἰσχαναάσθω. ἧδε γὰρ ὀτρυντὺς κακὸν ἔσσεται, ὅς κε λίπηται νηυσὶν ἐπ’ Ἀργείων· ἀλλ’ ἀθρόοι κοσμηθέντες Τρωσὶν ἐφ’ ἱπποδάμοισιν ἐγείρομεν ὀξὺν Ἄρηα. ὡςεὶ ἔλεγεν· πολλοὶ τεθνᾶσιν ἤδη διὰ σὲ μηνιῶντα· νῦν ἀπορρίψας τὴν μῆνιν ἀξιοῖς τῇ τοῦ θεοῦ προσθήκῃ ἐλπίδας τῆς νίκης ἔχειν. ἐὰν οὖν ἐξέλθωσι νήστεις, οὐδ’ ἂν ὁ Ζεὺς χαριζόμενός σοι βοηθῇ τοῖς Ἕλλησι, δυνήσονται διαρκέσαι νήστεις ὄντες πρὸς τὸ κρατῆσαι. ὥςτε μὴ φρόνει μέγα ἐπὶ τῇ προσθήκῃ τοῦ Διὸς καὶ προπετῶς στρατεύου· ἐλεγχθήσῃ γὰρ τῇ ἀσθενείᾳ τῶν στρατιωτῶν· αἶψα τε φυλόπιδος πέλεται κόρος ἀνθρώποισιν . . . ἄμητος δ’ ὀλίγιστος, ἐπὴν κλίνῃσι τάλαντα Ζεύς, ὅς τ’ ἀνθρώπων ταμίης πολέμοιο τέτυκται. τί γὰρ τοῦ Διὸς ἡ μνήμη ἐνταῦθα; συμβήσεται οὖν οὐ πολλὴν γενέσθαι ἡμῖν ὠφέλειαν ἐκ τῆς παρὰ σοῦ προτροπῆς διὰ τὸν Δία, ἂν ἀσθενεῖς ὄντες στρατευσώμεθα· ὥςτε ἐλεγχθήσεταί σου ἡ ἀνδρεία ἡ θαυμαστὴ ὑπὸ τῆς προπετείας. ἐπειδὴ τοίνυν ταῦτα πικρά ἐστιν καὶ ἐπιτίμησιν ἔχει, εἰκόνος παρεμβολῇ τὸ πικρὸν τῆς ἐπιτιμήσεως ἀσφαλὲς ἐποίησεν.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
