# Ars Rhetorica 16

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/16

Λοιπὸς δὲ ἡμῖν ἐστι λόγος, τοῦ λανθάνειν ἡ τέχνη. τίς οὖν ἡ τέχνη; ἡ τοῦ πάθους προσθήκη. ὡς γὰρ σχετλιάζων τοὺς λόγους ποιεῖται, καὶ ἤρξατο ἀπὸ τοῦ μέμφεσθαι τὸν Δία καὶ βλασφημεῖν εἰς τὸν θεόν· οὕτως ἔκλεψεν τὸν ἀκροατήν. οἱ γὰρ ἀκούοντες οἴονται αὐτὸν ὑπὸ ἀκρασίας οὐκ ἀκριβεῖ λόγῳ χρώμενον ἀλλὰ πάθει ταῦτα διεξιέναι. αὕτη καὶ τοῦ σχηματίζοντα τὸν σχηματισμὸν τοῦτον λαθεῖν ἡ μέθοδος. Ἔχεῖς οὖν συμπλοκὴν πίστεων, ἥ περ μεγίστη σχημάτων μέθοδος· ἄ περ ἂν εἶπες εἰς ἁπλῆν ὑπόθεσιν, τὰ αὐτὰ λέγοντα ἐπὶ τῶν πλαγίων λόγων τὸ σχῆμα περαίνειν· συγκατασκευάζοντα τὸν οἰκεῖον ἀγῶνα τῷ κοινῷ, ὡς ἔμαθες παρὰ Δημοσθένους, παρὰ Θουκυδίδου, παρὰ Πλάτωνος· εὐδιάλυτα λέγειν· στρεφομένοις χρῆσθαι λόγοις ἐν προσποιήσει πάθους. καὶ ὅλως εἰδέναι χρή, ὅτι τὰ σχήματα οὐχὶ προσκρούματά ἐστιν 〈ἐν〉 ὀνομάτων ἀμφιβολίαις λεγόμενα, ἀλλὰ ἀγῶνες ὅλοι τέχνῃ τῆς συμπλοκῆς διοικούμενοι. ἡ μὲν γὰρ διαίρεσις ἁπλῆ τῶν σχημάτων, ἡ δὲ κατασκευὴ τῶν κεφαλαίων ἑκάστων ὡς δι’ ἁπλῶν πορευομένοις τοὺς πλαγίους περαίνει λόγους.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
