# Ars Rhetorica 2-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος γαμηλίων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/2-2

προκεχείρισται γὰρ ἐν τοῖς μάλιστα καὶ τοῦτο πρὸ πάντων τοῖς νεωτέροις εἰς γραφήν, εἰ γαμητέον. οὐ πόρρω δὲ οὐδ’ ὁ νῦν ὑφ’ ἡμῶν προχειριζόμενος λόγος τῆς περὶ τὰς τοιαύτας ἰδέας τῶν λόγων θήρας. ἀμέλει | γε τοιοῖςδε τόποις, οἷς πέρ που καὶ ἐν ταῖς θέσεσιν ** ἀπὸ θεῶν, καὶ ὅτι οὗτοι οἱ εὑρόντες καὶ δείξαντες τοὺς γάμους τοῖς ἀνθρώποις· εὺς γὰρ καὶ Ἥρα, πρῶτοι ζευγνύντες τε καὶ συνδυάζοντες· οὕτω τοι ὃ μὲν καὶ πατὴρ καλεῖται πάντων, ἣ δὲ Ζυγία ἀπὸ τοῦ ζευγνύναι τὸ θῆλυ τῷ ἄρρενι, καὶ ἀπὸ τούτων τῶν θεῶν καὶ ὁ τῶν λοιπῶν θεῶν χορὸς παρῆλθεν εἰς τὸν βίον τῶν ἐπιφημισθέντων τοῖς γάμοις, γαμηλίων τε καὶ γενεθλίων οὕτως ὀνομαζομένων· καὶ ὅτι ὁ γάμος αἴτιος τοῦ τε ὀνομασθῆναι τούτους τοὺς θεοὺς καὶ τιμᾶσθαι· ἄνευ γὰρ τῶν γάμων οὐδ’ ἂν αἱ τιμαὶ τούτων παρῆλθον εἰς ἀνθρώπους.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
