# Ars Rhetorica 2-3

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος γενεθλιακῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/2-3

Ἐπὶ δὲ τῇ ἡμέρᾳ τὸν καιρὸν ἐπιθεωρεῖν ἀναγκαῖον, ὁποῖός τις οὗτος· καὶ τοῦ καιροῦ τὸ μὲν κατὰ τὴν| ὥραν, οἷον ἐν χειμῶνι ἢ ἐν ἦρι ἢ ἐν τοῖς ἑτέροις μέρεσι τοῦ ἔτους, ὥς περ ἐν τοῖς περὶ τοῦ ἀγῶνος ἐπαίνοις ἐπεσημαινόμεθα τὰς ἰδιότητας τῶν καιρῶν, τῷ μὲν τὸ ἀνδρεῖον, τῷ δὲ τὸ φαιδρὸν ἀπονέμοντες, καὶ τῷ θέρει τὸ πεπληρῶσθαι τὴν γῆν ἐν τούτῳ τῶν ἀγαθῶν, καὶ τῷ λοιπῷ δὲ τὸ ἐν ἀνέσει καὶ ἀναπαύλῃ τῶν ἔργων γενέσθαι. ἐπισημαίνεσθαι δὲ καὶ τὰ συμβεβηκότα ἐνίοτε τοῖς καιροῖς· οἷον εἰ ἐν ἑορτῇ τις γέγονεν, οἱονεὶ ἐν Διονυσίοις ἢ ἐν μυστηρίοις ἢ ἐν πανηγύρεσίν τισιν· ἅπαντα γὰρ ταῦτα ἀφορμὰς παρέξει σοι εἰς τὸν ἔπαινον.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
