# Ars Rhetorica 2-5

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος προσφωνηματικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/2-5

Καθόλου μὲν ὁ τρόπος αὐτῶν τοιοῦτος, ὡς σύστασίν τινα ἔχειν τῆς αὑτῶν πατρίδος πρὸς τοὺς ἄρχειν μέλλοντας. δεῖ δὲ οὐκ αὐτὸ τοῦτο μόνον πραγματεύεσθαι ἐν τῷ λόγῳ, ἀλλὰ μηδὲ ἑαυτῶν ἐν τῷ τοιῷδε ὀλιγώρως ἔχειν. ἀρχὴ οὖν ἐμοὶ δοκεῖ ἀναγκαιοτάτη ἂν αὕτη γενέσθαι περὶ αὑτοῦ τε εἰπεῖν καὶ τῆς ἑαυτοῦ προαιρέσεως, καὶ δι’ ὅ τι προκεχείρισται ἐκ πάντων ἐπὶ τὸν λόγον, καὶ ὅτι ἀναγκαία αὐτῷ ἡ ὑπόθεσις τοῦ λόγου. ἐχέτω δὲ ἐν τούτῳ καὶ θεραπείαν τινὰ τοῦ ἄρχοντος, ὡς ἀποδεχομένου τοὺς τοιούτους ἄπαντας καὶ οἷον αὐτοῦ χεῖρα ὀρέγοντος, δι’ ὅπερ καὶ ἑτοιμότερον ὑπήκουσεν· καὶ ὅτι ἦν μὲν καὶ ἀκούειν τοῦτο εὐθὺς περὶ αὐτοῦ, πολὺ δὲ ἔτι ἐναργέστερον τῇ ὄψει αὐτῇ πέφηνεν, ἀτεχνῶς οἷον ἐκ τοῦ προσώπου [καὶ] τῆς φαιδρότητος ὥςπερ ἐν κατόπτρῳ τοῦ ἤθους καὶ τῆς πρὸς ταῦτα δεξιότητος φανερῶν γιγνομένων. οὕτω δὲ προκαταστησάμενον τὸν λόγον ἑξῆς ἰτέον ἐπὶ τὸ ἐγκώμιον τοῦ βασιλέως, ἐν βραχεῖ τοῦτο ποιησάμενον καὶ αὐτὸ τοῦτο ἐπισημηνάμενον, ὅτι οὐδ’ ἂν ὁ σύμπας χρόνος ἐξαρκέσαι πρὸς τοῦτο, καὶ ὅτι ἑτέρου καιροῦ, οὐ τοῦ παρόντος. κατακλείσεις δὲ τὸ ἐγκώμιον εἰς τοῦτο, ὅτι ἕν τι τῶν καλῶν τῶν βασιλέως καὶ τοῦτο, τὸ τοιοῦτον ἄνδρα ἐπιλεξάμενον καταπέμψαι ἐπὶ τὸ αὑτοῦ ἔθνος οὐ πόρρω βαίνοντα τῆς αὑτοῦ προαιρέσεως.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
