# Ars Rhetorica 2-7

Dionysius of Halicarnassus, Ars Rhetorica, Προτρεπτικὸς ἀθληταῖς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/2-7

τὰς γὰρ ἀρχὰς ἴσως που καὶ ἐντεῦθέν τις οὐκ ἄπο καιροῦ ποιήσεται. εἰ μὲν πολίτης εἴη, ὅτι καὶ αὐτὸς πεισθεὶς τοῖς ἀγωνοθέταις καὶ τῷ τῆς πόλεως νόμῳ εἰς τὸν ἀγῶνα καθῆκεν ἑαυτὸν καὶ παρεβάλετο κινδύνῳ οὐχ ἧττον ὄντι ἐργὡδει· ἐκειῖνος μὲν γὰρ σώματος, ὅδε δὲ ψυχῆς. χαλεπώτεροι δὲ οἱ ἀγῶνες οἱ τῆς ψυχῆς ἢ〈οἱ〉 τοῦ σώματος. ἐπὶ μὲν γὰρ τῆς ἀγωνίας τῶν σωμάτων καὶ φανερὰ ἡ νίκη καὶ ὑπὸ τοῖς ὀφθαλμοῖς, ἥ περ ἐναργεστάτη τῶν αἰσθήσεων· ἔτι δὲ καὶ βραβευτὴς ἐφέστηκεν ἐπ’ αὐτῷ τούτῳ κρείττων τοῦ παρὰ τῶν ἄλλων φθόνου. ἥδε 〈δὲ ἡ〉 κρίσις οὐκ ἐφ’ ἑνί, ἀλλ’ ἐπὶ πολλοῖς· καὶ οὐκ ὀφθαλμοῖς κρίνουσιν, ἀλλὰ γνώμῃ, ἐν ᾗ πολλὰ τὰ ἀν|τιστατοῦντα· ἄγνοια καὶ φιλοτιμία καὶ φθόνος, ἐφ’ ἅπασι δὲ τὸ μὴ βούλεσθαι τοὺς ἀκούοντας μείζονα εἶναι τὰ ἐπαινούμενα τῷ περὶ αὐτῶν λόγῳ. τούτοις δὲ ὑποβάλλειν κἀκεῖνο ἀναγκαῖον, τὸ ἀνελεῖν ὡς ἀντικείμενον ἐκ τῆς τοῦ προσώπου ποιότητος, ὅτι μὴ καταφρονητέον λόγων τοῖς ἀθληταῖς ἅτε ἐν ἔργοις ἀσκοῦσι. λόγος γὰρ εἰς πάντα ἐπιτήδειος καὶ πρὸς πᾶν ἐπιρρώννυσιν· οὕτως καὶ ἐπὶ πολέμου καὶ ἐπὶ παρατάξεως δέονται στρατιῶται τοῦ παρὰ τῶν στρατηγῶν λόγου καὶ τῆς προτροπῆς, καὶ αὐτοὶ αὑτῶν ἐρρωμενέστεροι ἐγένοντο. μάλιστα δὲ οἱ ἀθληταὶ δέοιντο ἂν τῆς ἀπὸ τοῦ λόγου προτροπῆς καὶ ἐπικελεύσεως, ὄντες μὲν καὶ αὐτοὶ Ἑρμοῦ τε καὶ Ἡρακλέους μαθηταί τε καὶ ζηλωταί (ὧν ὃ μὲν εὑρετὴς τοῦ λόγου ἢ αὐτὸ χρῆμα λόγος· ὃ δὲ σὺν τῇ Ἀθηνᾷ πάντα κατώρθωσεν τὰ ἐπιταχθέντα· ἣ δὲ τί ἂν ἄλλο εἴη ἢ νοῦς τε καὶ λόγος;), καὶ ὁσημέραι δὲ ἐπὶ ταῖς γυμνασίαις ἑκάστοτε τοιούτους τοὺς ἐπικελευομένους ἔχοντες αὑτοῖς. |

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
