# Ars Rhetorica 3-4

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος ἐπιθαλαμίου. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/3-4

Ἐπὶ δὲ τοῖς ἐπαίνοις καὶ τοῖς ἐγκωμίοις καὶ προτροπή τις ἔστω τοῖς γαμοῦσιν πρὸς τὸ σπουδάζειν περὶ ἀλλήλους καὶ ὁμονοεῖν ὅ τι μάλιστα· καὶ ὅσα ἀγαθὰ ἐκ τῆς τοιαύτης ὁμονοίας καὶ φιλίας ἀνάγκη συμβαίνειν, ἀπὸ τοῦ καθόλου ἐπὶ τὸ ἴδιον ἄγοντα τὸν λόγον· ὅτι ὁμόνοια πᾶσι μὲν ἀνθρώποις ἡγεῖται τῶν ἀγαθῶν, μάλιστα δὲ τοῖς γεγαμηκόσιν· καὶ εἰς τοῦτο καὶ τὸ τοῦ | Ὁμηροῦ παραληπτέον ἐνδόξῳ κρίσει χρώμενον, ὅτι οὐδὲν μεῖζον ἀγαθὸν ἢ ὅτε ὁμοφρονέοντε νοήμασιν οἶκον ἔχητον ἀνὴρ ἠδὲ γυνή· τίνα μὲν ἐκ τούτου τοῖς ἐχθροῖς ἀνιαρά, τίνα δὲ ἡδέα τοῖς φίλοις. ἐπὶ τέλει δὲ καὶ εὐχῇ χρῆσθαι, ὅπως ὅ τι τάχιστα. παῖδες γένοιντο, ὡς καὶ τούτων ἐπιδεῖν γάμους καὶ ᾆσαί τὸν ὑμέναιον καὶ ὑπόθεσιν ἔχειν αὖθις τοιούτων λόγω.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
