# Ars Rhetorica 3-5

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος προσφωνηματικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/3-5

Καὶ ἐντεῦθεν ἀρχέσθω σοι τὸ ἐγκώμιον τοῦ ἡγουμένου. χρηστέον δὲ καὶ ἐνταῦθα τοῖς ἐγκωμιαστικοῖς τόποις, ἀπὸ γένους, ἀπὸ φύσεως, ἀπὸ ἀνατροφῆς· εἰ μὲν φανερὰ εἴη, καθ’ ἕκαστον ἀκριβῶς διεξιόντα· εἰ δὲ ἄδηλα, κατὰ τὸ πιθανὸν προάγοντα, ὅτι ἀνάγκη τὸν τηλικούτων καὶ τοιούτων κατηξιωμένον οὔτε γένει οὔτε φύσει οὔτε ἀνατροφῇ λείπεσθαί τινων, ἀλλὰ διὰ ταῦτα προκεκρίσθαι· τά γε μὴν φανερὰ ἀκριβέστερον ἐπισημαινόμενον, οἷον 〈εἰ〉 ἐν νέᾳ ἡλικίᾳ τοιοῦτος, τί χρὴ προσδοκᾶν εἰς τὸν μέλλοντα χρόνον; καὶ ὅτι νέος μὲν τὴν ἡλικίαν, πρεσβύτερος δὲ τὴν φρόνησιν. εἰ δὲ πρεσβύτης, ὅτι ἐν πολλοῖς δοὺς πεῖραν ἑαυτοῦ τῆς ἀρετῆς, εἰκότως καὶ τὴν ἀρχὴν ταύτην ἐπιστεύθη· καὶ ὅτι καὶ τοῦτο τῆς εὐμοιρίας τῆς περὶ αὐτὸν τὸ ἐν τῷ γήρᾳ ἀκμάζειν. εἰ δὲ δὴ καὶ σεμνότης τις προσείη τῷ προσώπῳ, μηδὲ τοῦτο παρέργως παρατρέχειν. εἰ φιλόλογος εἴη, ἐγκώμιον παιδείας, καὶ ὅτι οἱ πεπαιδευμένοι μάλιστα ἄξιοι ἀρχῆς καὶ τοιαύτης ἡγεμονίας. καὶ εἴτε τὴν Ῥωμαϊκὴν διάλεκτον εἴη | πεπαιδευμένος, τοῖς ἀρίστοις τῶν Ῥωμαίων παραβάλλειν· εἴτε τὴν Ἑλληνικήν, τοῖς τῶν Ἑλλήνων. διὰ τοῦτο δὲ καὶ δίκαιος καὶ σώφρων καὶ περὶ τὰς δίκας ἀκριβής· παραδείγμασι δὲ καὶ ἐπὶ τούτῳ χρηστέον προσώποις, τῷ Ἀριστείδῃ, τῷ Θεμιστοκλεῖ, ἐφαρμόζοντα καὶ παραβάλλοντα καὶ τούτων ἀμείνω ἀποφαίνοντα.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
