# Ars Rhetorica 3-7

Dionysius of Halicarnassus, Ars Rhetorica, Προτρεπτικὸς ἀθληταῖς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/3-7

εἶτα διαφορὰν ἐρεῖς, ὅσῳ κρείττων οὗτος τοῦ ἐκείνων ἔπαινος· διὰ ταῦτα, ὅτι ὃ μὲν ἐκ τῶν ἐπιτυχόντων, οὗτος δὲ ἀπὸ τῶν δεδοκιμασμένων καὶ βίῳ καὶ λόγῳ καὶ δόξῃ· καὶ ἐκεῖνος μὲν ἔθει τινί, οὗτος δὲ νόμῳ πόλεως καὶ δόγματι ἀρχόντων· κἀκεῖνος οἷον ἐπιβόησίς τις, μηδὲν τῶν ἤχων διαφέρων, οὗτος δὲ μετὰ ἐπαίνων καὶ ἀποδείξεων παράκλησις. εἶτ’ ἀκόλουθον τοῖς περὶ τὸ τοῦ σώματος καλὸν σπουδάσασιν καὶ περὶ τὸ καλὸν τὸ ἐπὶ τῇ ψυχῇ σπουδάσαι καὶ μᾶλλον, ὅσῳ τιμιώτερον ψυχὴ σώματος, εἰ μὴ καὶ αὐτοὺς ἀσκοῦντας, ἀλλὰ τοῖς ἀσκήσασι πειθομένους· ὅπερ οὐδὲ δυσχέρειάν τινα ἔχει οὐδὲ πόνον, ἄλλως τε καὶ ἐπὶ συμφέροντι τῶν πεισθέντων τῆς πειθοῦς γινομένης· ὥςπερ γὰρ καὶ ἐν στρατοπέδῳ οἱ γνησιώτατοι παρὰ τῶν στρατηγῶν λόγους ἀκούσαντες μάλιστα φιλοτιμοῦνται περὶ τὴν νίκην, οὕτως καὶ οἱ ἐν τοῖς ἀγῶσι προτρεπτικοὺς λόγους οἰκείως ἀναδεξάμενοι· μάλιστα γὰρ ἂν ὀρέγοιντο τοῦ περιγενέσθαι. καὶ ὅτι τοῖς | ἐπαγγελλομένοις τὴν σωτηρίαν τὴν τοῦ σώματος προσήκει καὶ ἀψευδεῖν. ἐν τούτῳ· εἰ δήπου τις, καίτοι τῆς ἀπὸ τούτων δόξης ἀδήλου τυγχανούσης, ὅμως ἐφίεται τούτου ἄλλως μηδὲ ἀνάγκης οὔσης, πόσῳ μᾶλλον 〈εἰκὸς〉 τοὺς ἐπ’ αὐτὸ τοῦτο παρόντας καὶ παραδεδωκότας ἑαυτοὺς καὶ τούτου ἕνεκα ἐπὶ τοσοῦτον τοῖς γυμνασίοις χρησαμένους καὶ ὑπευθύνους ἑαυτοὺς καταστήσαντας πειθομένους φαίνεσθαι τῷ ἐπὶ τοῦτο ὑπὸ τῆς πόλεως καὶ τῶν ἀγωνοθετῶν καὶ τοῦ νόμου προκεχειρισμένῳ; Εἰ δὲ δὴ καὶ ἀγωνοθέτης εἴη ὁ λέγων, πρὸς τούτοις ἢ πρὸ ἁπάντων τούτων ἁρμόσει εἰπεῖν, ὅτι 〈εἰ ὁ〉 διατιθεὶς τὸν ἀγῶνα οὐκ ὤκνησεν ἀγωνιστὴν καὶ ἑαυτὸν καταστῆσαι καὶ ὑποβαλεῖν τῇ τῶν ἀκουόντων κρίσει ἕνεκα τοῦ ἀγῶνος καὶ τοῦ ἔνδοξον καὶ μέγαν καὶ περισπούδαστον τοῦτον γενέσθαι, πολλῷ δήπου ἀναγκαιότερον αὐτοῖς 〈τοῖς〉 ἀγωνιζομένοις καὶ κληρονομεῖν μέλλουσι τῆς τοῦ ἀγῶνος δόξης. Τῷ δὲ ξένῳ καὶ τοῦτο ἂν ἁρμόζοι | λέγειν, ὅτι προσήκων αὐτῷ ὁ λόγος διὰ τὴν ἐπιδημίαν καὶ τὴν μετουσίαν τῆς θέας· οἱ γὰρ τῆς θέας μεταδόντες καὶ τοῦ λόγου τοῦ περὶ αὐτῆς μετέδοσαν ἄλλως τε καὶ ἐπὶ τῷ ἐνδοξοτέραν τὴν πανήγυριν γενέσθαι. καὶ ὅτι γνήσιος πολίτης οὐχ ὁ ἐγγεγραμμένος μόνον, ἀλλὰ πολλῷ μᾶλλον ὁ εὔνους τῇ πόλει καὶ περὶ τὰ καλὰ μόνον τὰ τῆς πόλεως σπουδάζων. εἰ δὲ δὴ καὶ μὴ πολίτης ὢν ἐπείσθη τοῖς ἐπιτάξασι καθεῖναι ἑαυτὸν εἰς τὸν ἀγῶνα, πολλῷ δήπου μᾶλλον τοῖς ἀθληταῖς σπουδαστέον περὶ αὐτὸν τοῖς ὡς ἂν εἴποι τις πολίταις τοῦ ἀγῶνος οὖσι.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
