# Ars Rhetorica 3-9

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/3-9

Τὸ λέγοντα ζητεῖν εὐπρεπῶς λέγειν δείκνυσιν ἐπὶ τῆς Ἴριδος καὶ τοῦ οσειδῶνος ἀγανακτοῦντος πρὸς τὸν Δία· παραινεῖ αὐτῷ ἡ Ἶρις εὐπρεπέστερον λέγειν, ἵν’ ἀκινδυνότερος ὁ λόγος ᾖ· καὶ ταυτὶ παραινοῦσα ἐν τῇ | παρρησίᾳ τῆς παραινέσεως τὸ εὐπρεπὲς διοικεῖ· ὥςτε καὶ τὸ παράγγελμά ἐστι καὶ ἡ τέχνη παραδιδομένη· Οὕτω γὰρ δή τοι, γαιήοχε κυανοχαῖτα, τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἤ τι μεταστρέψεις; ταῦτα μὲν παραινεῖ τὸ εὐπρεπὲς διδάσκουσα. ποιεῖ δὲ αὐτὴ αὐτὸ πῶς; μετὰ γὰρ ἐπαίνων θεραπεύει αὐτόν, ἵνα ἀνάσχηται τῆς παρρησίας, καὶ τὴν ἀπειλὴν αὐτῷ ἐπάγει ὀνόματι ἑνὶ λέγουσα Διὶ μῦθον.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
