# Ars Rhetorica 4-4

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος προσφωνηματικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/4-4

Ἐὰν δὲ ἔχωμεν καὶ πράξεις τινὰς αὐτοῦ προγεγενημένας καὶ ἀρχὰς προηνυσμένας λέγειν ἢ ἐν στρατείαις ἢ ἐν διοικήσεσιν, καὶ ταύτας παρατιθέναι. ἐὰν δὲ καί 〈τινας〉 τιμὰς ἔχωμεν αὐτῷ 〈τῶν〉 πατέρων γενομένας λέγειν, καὶ τούτων χρὴ μνημονεύειν. καὶ ἐντεῦθεν προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως, ἐπισημηνάμενον, ὅτι χρηστὴν ἐλπίδα περὶ τούτου ἔχουσι. φανερὸν γάρ τοι ἀπὸ τοῦ οὕτως ἀποδέξασθαι τὴν πόλιν, ἀπὸ τοῦ φιλανθρώπως καὶ εὐπροσηγόρως ἅπασι προσενε|χθῆναι καὶ ὁμιλῆσαι· 〈καὶ〉 ὅτι εἰκότως τοῦτο ἐποίησεν· τοιαύτη γὰρ ἡ πόλις οἵα ἀμείβεσθαι τοὺς εὖ χρησαμένους ἑαυτῇ.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
