# Ars Rhetorica 4-7

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/4-7

Ἤρτηνται δὲ τούτων τῶν τρόπων κἀκεῖνα· τὸ τὰ αὐτὰ δοκοῦντα λέγειν ἑτέρῳ προειπόντι ἑτέραν ὑπόθεσιν διοικεῖσθαι· τὸ ἐναντιοῦσθαι δοκοῦντα τῷ λόγῳ βοηθεῖν τῷ ἔργῳ, προκατασκευάσαντος τοῦ σχήματος τὴν χρείαν· τὸ 〈ὡς ἐροῦντα〉 ἐν ἄλλῳ λόγῳ ὑπερβαλέσθαι τὴν ὑπὲρ αὐτοῦ παρρησίαν εἰς ἕτερον καιρόν. Τούτων δὴ καὶ τὰ παραδείγματα λαβεῖν ἐκ τῶν βυβλίων. ληψόμεθα δὲ παρὰ Δημοσθένους, Θουκυδίδου, Ξενοφῶντος, Πλάτωνος, | Εὐριπίδου, τῆς κωμῳδίας, Ὁμήρου· ἀπὸ πασῶν ἰδεῶν τῆς ῥητορικῆς, συμβουλευτικῆς δικανικῆς πανηγυρικῆς. Μεμνῆσθαι χρή, ὅτι τῇ μεθόδῳ [καὶ περὶ τῶν σχημάτων τῶν ἐναντία βουλομένων οἷς λέγουσιν ἀγωνιζόμενοι], ἐάν τις πορεύηται, ὡς ἔφαμεν, δι’ ἐναντιώσεων, μέγας κίνδυνος πρόσεστι τῷ μὴ φωραθῆναι ὑπὸ τῶν ἀκροωμένων, ὅτι τεχνάζει, τῆς ἐναντιώσεως εἰς δόξαν ἐμπεσεῖν· εἰ γὰρ μὴ ἐλεγχθείη ἡ τέχνη, συμβήσεται φιλονεικοῦντας, ἃ προσποιεῖται λέγειν, συγχωρεῖν τῷ ῥήτορι, οὐχ ἃ βούλεται ταῦτα ψηφίζεσθαι. φράσομεν οὖν καὶ ὅπως τις ἂν λάθοι μεταχειριζόμενος τὸν δι’ ἐναντιώσεων λόγον.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
