# Ars Rhetorica 4-8

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ τῶν μελέταις πλημμελουμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/4-8

Περὶ δὲ γνώμην πρῶτον τὰ μέτρα οὐχ ὁρῶμεν, ἀλλ’ οἳ μὲν πάντα διὰ βραχέων ἐπιτρέχουσι δείξαντες ἕκαστα τῶν ζητουμένων καὶ παρελθόντες, συντομίαν τινὰ τοῦτο νομίζοντες, τὴν ἀπόλειψιν τῆς τῶν πραγμάτων θεωρίας· οἳ δὲ ὅπως πλεῖστα εἰς ἕκαστον τῶν ὑποκειμένων ζητημάτων ἐροῦσι, σκοποῦνται οὐκ εἰδότες, ὅτι τὰ μὲν φύσει ὁμολογούμενα καὶ τὰ τοῖς ἤθεσι διεγνωσμένα καὶ τὰ ἔθεσι κεκριμένα βραχείᾳ ἀποφάσει τὴν ἰσχὺν ἔχει, ἐὰν δέ τις μηκύνῃ, ψυχρότερα καὶ ἀσθενέστερα αὐτὰ ἐξεργάζεται· περὶ δὲ τὰς τῶν νόμων ἐξετάσεις καὶ τὰς τούτων ἀποδείξεις ἡ πολλὴ πραγματεία ἀναγκαία τῷ ῥήτορι. ἔτι τε πολλάκις ἀγνοοῦμεν ἅ τε βρα|χέως δεῖ λέγειν καὶ οἷς δεῖ μῆκος περιτιθέναι. καίτοι βραχὺς ὁ περὶ τούτων λόγος, ὡς τὰ ἰσχυρότατα βραχύτατα λεκτέον, τὰ δὲ ἀσθενέστατά ἐστι καὶ τὰ ἀγχώμαλα τὰ τῆς βοηθείας τοῦ ῥήτορος εἰς ῥοπὴν δεόμενα. ὅλως δὲ οὔτε βραχέα οὔτε πολλὰ δεῖ ζητεῖν λέγειν, ἀλλὰ σύμμετρα πανταχοῦ, ζητοῦντας πρὸς τῇ συμμετρίᾳ πανταχοῦ καὶ τὴν ἀσφάλειαν· ἐπιθυμίᾳ δὲ τοῦ πολλὰ δοκεῖν εὑρίσκειν καὶ λέγειν πολλὰ ἐν τοῖς λόγοις λυμαινόμεθα. ταῦτα μὲν καὶ περὶ τὴν γνώμην ἁμαρτάνομεν.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
