# Ars Rhetorica 5-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος γαμηλίων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/5-2

Καὶ πρὸς λύπας δὲ καὶ τὰ δυσχερῆ τὰ ἐν τῷ βίῳ γάμος χρησιμώτατος, κουφότερα ταῦτα παρασκευάζων ὥςπερ φορτία, μεταδιδόντων ἡμῶν ταῖς ἑαυτῶν γυναιξὶν τῶν δυσχερῶν καὶ τῇ κοινωνίᾳ παρηγορουμένων. ἐν δὲ τούτῳ καὶ τὰ ἡδέα ἀνάγκη τερπνότερα | φαίνεσθαι, μὴ αὐτῶν ἐφ’ ἑαυτῶν εὐφραινομένων, ἀλλὰ ἐχόντων καὶ τοὺς συμπανηγυρίζοντας καὶ τοὺς συνευφραι|της νομένους παῖδάς τε καὶ γυναῖκας καὶ τοὺς ἄλλους συγγενεῖς· καὶ ἑορταὶ δὲ καὶ πανηγύρεις διὰ τοῦτο τερπναί, ὅτι ἐν πολλοῖς γίγνονται. ἀνάγκη δὲ ἐκ τούτου καὶ τὰς συγγενείας αὐξάνεσθαι· καὶ ὅτι ἐκ τούτου πρῶτον μὲν συνοικίαι ἐγένοντο, εἶτα καὶ κῶμαι, εἶτα καὶ πόλεις. ἐκ δὲ τῶν ἐπιγαμιῶν καὶ ἡ γνῶσις πλείων καὶ ἡ συγγένεια ὑπερορίοις. ἥδῃ παραθετέον καὶ μνηστέον καὶ ἐνδόξων γάμων ἢ ἀρχαίων, καὶ ὅσα ἀπὸ τούτων ἀγαθὰ ἐγένετο τοῖς ἀνθρώποις, καὶ ὅση ἀποτροπὴ τῶν δυσχερῶν διὰ γάμου, οἷον ὅτι Μενέλεως ἀθάνατος ἐγένετο διὰ τὸν γάμον τῆς Ἑλένης καὶ ὁ Πηλεὺς διὰ τὸν τῆς Θέτιδος, καὶ ὁ Ἄδμητος διὰ τὴν Ἄλκηστιν τὸν ἐκ τῆς εἱμαρμένης θάνατον διέφυγεν.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
