# Ars Rhetorica 5-4

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος προσφωνηματικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/5-4

Καὶ ἐντεῦθεν ὁ ἔπαινος ὁ περὶ τῆς πόλεως, ἐὰν θέλῃς· περὶ γένους αὐτῆς, περὶ δυνάμεως τῆς ἐν ταῖς προσόδοις, περὶ παιδείας τῶν ἐνοικούντων, περὶ χώρας τῆς ὑποτελοῦς, ἀφ’ ἧς ἡ πρόσοδος· εἰ μὲν πολλὴ εἴη, εἰς ἰσχὺν τῆς πόλεως ἀναφέροντα· εἰ δὲ ὀλίγη, ὅτι ἀρκεῖται καὶ ταύτῃ. ἔτι οὗπερ ἂν ᾖ κτίστου, ἀναγκαῖον εἰπεῖν, ἐάν τε θεὸς ἐάν τε ἥρως ἦ, εἴτ’ οὖν τῶν ἀρχαίων τις εἴτ’ οὖν τῶν ἔναγχος γεγενημένων βασιλέων. οἷον κἂν μύθους τινὰς ἔχωμεν προσόντας τῇ πόλει, μηδὲ τούτους παραλιπεῖν. μετὰ ταῦτα περὶ μεγέθους τῆς πόλεως, περὶ κάλλους, περὶ θέσεως, εἴτε ἠπειρωτικὴ εἴη, εἴτε ἐπιθαλαττίδιος ἢ νησιῶτις. κἂν εἰ τινας τιμὰς ἔχοιμεν παρὰ βασιλέων, μηδὲ ταύτας παραλιπεῖν, κἂν εἰ πράξεις τινὰς προγεγενημένας ἢ παλαιὰς ἢ νέας, ἢ εἰ | τιμὰς προὑπαρξάσας παρ’ ἡμῶν πρὸς τοὺς ἄρχοντας τοὺς προγεγενημένους.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
