# Ars Rhetorica 5-7

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/5-7

Δημοσθένης τοίνυν ὁ ῥήτωρ, ἵνα πρῶτον καὶ τὸ ὄνομα τοῦ σχήματος καὶ τὴν χρείαν δείξωμεν παρ’ αὐτῷ | δεικνύντες, ἐν τῷ περὶ τοῦ στεφάνου διηγούμενος λόγον, ὃν συνεβούλευσεν διαθέσθαι πρὸς Θηβαίους, οὐχ ἁπλοῦν ἀλλά τινα τεχνικόν, ὧδέ πως λέγει καὶ ἐπὶ τῷ λόγῳ τὸ ὄνομα ἐπάγει τῆς τέχνης· ἐπειδὰν δὲ ἔλθωσιν οἱ πρέσβεις εἰς Θήβας, πῶς χρήσασθαι τῷ πράγματι παραινῶ; τούτ πάνυ μοι προσέχετε τὸν νοῦν. μὴ δεῖσθαι Θηβαίων μηδέν (αἰσχρὸς γὰρ ὁ καιρός), ἀλλ’ ἐπαγγέλλεσθαι βοηθήσειν, ὡς ἐκείνων μὲν ὄντων ἐν τοῖς ἐσχάτοις, ἡμῶν δὲ ἄμεινον ἢ ’κεῖνοι καὶ τὸ μέλλον προορωμένων, ἵν’ ἐὰν μὲν δέξωνται ταῦτα καὶ πεισθῶσιν ἡμῖν, καὶ ἃ βουλόμεθα ὦμεν διῳκημένοι καὶ μετὰ σχήματος ἀξίου τῆς πόλεως ταῦτα πράξωμεν. `Ορᾷς καὶ τὸ ἔργον τῆς διοικήσεως, καὶ τὸ ὄνομα ἐπι|φερόμενον τῷ ἔργῳ, τὸ σχῆμα. ὁ αὐτὸς τοίνυν Δημοσθένης ἐν μὲν τῷ περὶ τῆς πρεσβείας, 〈ἵνα〉 ἀπὸ δικανικοῦ λόγου ἀρξώμεθα, ἄλλα προτείνων ἄλλα κατασκευάζει, δι’ ὅλου τοῦ βυβλίου διοικούμενος διοίκησίν τινα τοιαύτην· κεφάλαια ἔστιν ἅ περ ἀσθενῆ ὄντα τῷ Δημοσθένει, ἐὰν ἐφ’ αὑτῶν προτείνηται, ἐλέγχεται· ταῦτα ἵνα πιθανὰ ποιήσῃ, ἕτερα μὲν προτείνει, λαβὼν δὲ τὸν ἀκροατὴν προσέχοντα τοῖς προταθεῖσι συμπλέκει τὰς πίστεις τῶν ἀσθενῶν τοῖς προτεινομένοις. οἷον, ἵνα ὁ λόγος ἔχῃ παράδειγμα, ἔροιτ’ ἂν εἰκότως ὁ Αἰσχίνης τὸν Δημοσθένην· Διὰ τί τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖς; καί τοι τὰ πεπραγμένα πάντα ἐν τῇ προτέρᾳ πέπρακται (ὅ φησιν ὁ Αἰσχίνης ἐν τῇ ἀπολογίᾳ), ἡ δὲ δευτέρα ἀπαίτησιν ὅρκων εἶχεν μόνην. ἡ μὲν οὖν ἀληθὴς αἰτία τοῦ μὴ κατηγορεῖν ἐκείνη· ἐπῄνεσεν ὁ Δημοσθένης τὰ ἐν τῇ προτέρᾳ πρεσβείᾳ πάντα πεπραγμένα, καὶ ψηφίσματα ἔγραψεν, καλέσαι ἐπὶ δεῖπνον εἰς τὸ πρυτανεῖον τοὺς πρέσβεις. | αὕτη μὲν οὖν ἡ ἀληθὴς αἰτία ἐστὶ τοῦ μὴ ἐγκαλεῖν τῇ προτέρᾳ πρεσβείᾳ. ἀλλὰ μὴν αἰτίαν ἱκανὴν οὐδεμίαν ἔχει κατὰ τῆς ὑστέρας πρεσβείας· δεῖ οὖν αὐτὸν ἐφάπτεσθαι καὶ τῆς προτέρας. κατηγορῶν οὖν ἅμα τῆς προτέρας πρεσβείας οὐ κατηγορεῖ. δεῖ δὲ αὐτῷ προφάσεως. τίς οὖν ἡ πρόφασις; φησὶν ἠγνοηκέναι τὸν Αἰσχίνην πεπρακότα αὑτὸν ἐν τῇ προτέρᾳ πρεσβείᾳ. τοῦτο οὑτωσὶ μὲν πρὸς ἐρώτησιν τὴν παρ’ Αἰσχίνου ἐν παραιτήσεως σχήματι λεγόμενον ἀσθενὲς καὶ γελοῖον ἐστίν. ἄλλο δὲ οὐδὲν ἔχων εἰπεῖν ὁ Δημοσθένης, ὅπερ ἔφαμεν, ἑτέρου προφάσει τοῦτο συγκατασκευάζει. φησὶ γὰρ ἀποδείξειν τὸν Αἰσχίνην αὐτὸν ὑφ’ αὑτοῦ ἐλεγχόμενον, ὅτι δῶρα εἴληφεν, καὶ διέξεισι λόγους οὓς εἶπε πρότερον κατὰ Φιλίππου· εἶτα φησὶν αὐτὸν πρότερον κατὰ Φιλίππου πολιτευσάμενον ὕστερον μεταβεβλῆ|σθαι, οὐκ ἂν μεταβαλόντα, εἰ μὴ δώροις πεισθεὶς τοῦτο ἐποίει. ταύτην τὴν ἀπόδειξιν ὑποθεὶς συγκατασκευάζει τὸ ὅτι εἰκότως ἔλαθέν με δῶρα λαβὼν ἐπὶ τῆς προτέρας πρεσβείας· ᾤμην γὰρ αὐτὸν χρηστὸν εἶναι, τῷ πρότερον κατὰ Φιλίππου πολιτεύεσθαι. αὕτη μὲν ἡ συμπλοκὴ τοῦ ἕτερα συγκατασκευάζειν ἕτερα προτείνοντα.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
