# Ars Rhetorica 6-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος γαμηλίων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/6-2

Ἐπειδὰν δὲ ἱκανῶς περὶ τούτων διέλθῃς, εὐχῇ χρηστέον ἀγαθῶν μὲν αἴτησιν ἐχούσῃ περὶ τὸν γάμον καὶ τὰς παιδοποιίας, ἀποτροπὴν δὲ τῶν κακῶν. εἶτα δια¦τυπωτέον λόγῳ οἷον προαναφωνοῦντα, ὁποῖος ἂν ὁ βίος ὁ μετὰ τῶν παίδων γένοιτο, ὅτι τερπνότατος χορὸς παίδων οἱ γένοιτο γέροντι, καὶ ὅτι τρόπον τινὰ ἐξ ἀρχῆς ἀνανεάζεσθαι αὐτὸν καὶ ἀνηβάσκειν σὺν τοῖς αὑτοῦ παισίν. ἐν τούτῳ δὲ ἀνάγκη καὶ ἀναμιμνήσκειν, ὧν ποτε καὶ αὐτὸς ἐν νεότητι ἐποίησεν· ἡδεῖα δὲ καὶ ἡ μνήμη τῶν ἐν παισὶν ἡμῖν πεπραγμένων. καὶ ὅτι οὐδὲν ἕτερόν ἐστι τὸ ποιοῦν ἐξ ἀρχῆς πάλιν βεβιωκέναι. εἰ δὲ εἰκόνα τις ὁρῶν ἑαυτοῦ ἄψυχον ἥδεται, 〈πόσῳ μᾶλλον ἡσθήσεται〉, ὅταν καὶ μὴ ἄψυχον ταύτην ὁρᾷ ἀλλὰ καὶ ἔμψυχον, μηδὲ μίαν ἀλλὰ πολλάς, ἂν οὕτω τύχῃ; ἐπακτέον δὲ πάλιν καὶ ἐνταῦθα ἱστοριῶν τινων μνημονεύοντα, ὅσοι ἀπὸ παίδων εὐτύχησαν, ὅσοι κακῶν ἀποτροπὰς εὕραντο, οἷον τῷ | Ἀγχίσῃ παρὰ τοῦ Αἰνείου. Δεῖ δὲ μηδὲ τὰ πρόσωπα τῶν γαμούντων τε καὶ γαμουμένων παρεἷναι, ἀλλὰ καὶ τούτων ἐπαίνους λέγειν. ποτὲ μὲν οὖν ἐν ἀρχῇ χρηστέον τῷ τόπῳ τούτῳ, ποτὲ δὲ καὶ ἐπὶ τέλει· ἐὰν μὲν οὖν πάνυ ἔνδοξα ᾖ, ἐν ἀρχῇ· ἐἂν δὲ ἥττονα, ὑπερβαλόντα καὶ ἐπὶ πᾶσι λέγοντα.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
