# Ars Rhetorica 6-3

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος προσφωνηματικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/6-3

Ἐν ἅπασι δὲ τούτοις μεμίχθω ἡ προτροπὴ καὶ παράκλησις πρὸς εὔνοιαν τῆς πόλεως· δεῖν γὰρ τοὺς ἀγαθοὺς ἄρχοντας ταῖς τοιαύταις πόλεσιν τὰς παρ’ ἑαυτῶν εὐνοίας προσνέμειν. ἐπὶ δὲ τῷ τέλει εὐχῇ χρησόμεθα ὑπὲρ τοῦ βασιλέως καὶ ὑπὲρ αὐτοῦ τοῦ ἄρχοντος. καὶ ὑπὲρ ἡμῶν δὲ αὐτῶν πάλιν μνησθησόμεθα, εἰ μὲν τῶν ἀρχομένων εἴημεν, ὅτι ἀπὸ τοῦ τοιούτου ἡμεῖς τιμῆς καὶ δόξης τευξόμεθα· εἰ δὲ τῶν ἤδη προευδοκιμηκότων καὶ προειρηκότων, ἀνεπαχθῶς περὶ αὑτῶν εἰπόντες εἰς τοῦτο καταλύσομεν τὸν λόγον, ὡς ἐλπίδος τι καὶ αὐτοὶ ἔχοντες τοῦ μὴ φυλαχθήσεσθαι μόνον ἐπὶ τούτων τὴν δόξαν ἑαυτοῖς, ἀλλὰ καὶ πολλῷ ἀμείνω πρὸς τὸ λοιπὸν ἔσεσθαι.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
