# Ars Rhetorica 6-6

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ τῶν μελέταις πλημμελουμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/6-6

Μία τοίνυν αὕτη ἀτεχνία, ὅπερ ἔφην, ἡ τῶν προτάσεων γυμνότης, ἣν καὶ τέχνην τινὲς διαιρέσεως νομίζουσιν. ἑτέρα δὲ ἡ δοκοῦσα παρὰ τοῖς πολλοῖς τῆς τάξεως ἀκολουθία, τὸ καθ’ ὅλον τοῦ προβλήματος τὴν τάξιν διδόναι τοῖς καλουμένοις κεφαλαίοις· ἀλλὰ δεῖ κατὰ τὴν χρείαν | τοῦ ἀγῶνος διακοσμεῖν τὰς πίστεις, ἔνια καὶ μετατιθέντα, καὶ τάξαι τὸ συμφέρον ἡγούμενον, ἀλλὰ μὴ ὥςπερ στοιχείοις χρῆσθαι τοῖς κεφαλαίοις κατὰ τὴν τάξιν ἀπὸ τοῦ ᾱ ἕως w̄, καθάπερ γραμματικὸν ἄνδρα, ἀλλὰ πρὸς τὴν χρείαν τῶν ἀγώνων, ὥςπερ 〈τὰ〉 γράμματα πρὸς τὰ ὀνόματα, οὕτω καὶ τὰ κεφάλαια πρὸς τὰ πράγματα διακοσμεῖν. ἕτερον ἐκεῖνο τὸ μηδαμοῦ συμπλέκειν τοῖς ἀσθενέσι τὰ ἰσχυρά, ἵνα τῇ τούτων ἰσχύι ἐκεῖνα ἐπικρύπτηται. ἔτι κἀκεῖνο τὸ μηδαμοῦ τῶν λόγων ἐκβολὴν ποεῖσθαι μηδεμίαν, καιροὺς ὑπερβαίνοντα, εἶτα πάλιν ἐπανιόντα. ὅ περ ποιοῦσιν οἱ παλαιοί· ἐν ἑτέρων καιρῶν ἀγῶσιν ἑτέρων μνήμας ποιοῦνται, τεχνικῶς προδιοικούμενοι τὴν τῶν μελλόντων λεχθήσεσθαι πίστιν καὶ 〈τὰ〉 παρόντα ὁμοῦ ταῖς ἐκείνων συμπλέκοντες πίστεσιν. ἔτι κἀκεῖνο ἁμάρτημα τὸ μηδὲν προδιοικεῖσθαι μηδὲ πρότερον ἀποδεικνύναι, εἶτα ἐπιφέρειν· ὅ περ ποιοῦσιν οἱ παλαιοὶ πολλάκις, καὶ | μάλιστα Δημοσθένης κατὰ μίμησιν τὴν Πλάτωνος, εἰδὼς ὅτι πολλαχοῦ προτεινόμενα τὰς κατασκευὰς ἀσθενεῖς ἔχει, προκατασκευασθέντα δὲ πιστὰ 〈τὰ〉 ἐπενεχθέντα φαίνεται. τί δεῖ λέγειν, ὅτι τὴν ἀναγκαίαν ἀκολουθίαν οὐχ ὁρῶμεν; ἣν φησὶ δεῖν Πλάτων προσεῖναι τοῖς λόγοις, οὐ χύδην ὡς ἔτυχεν βεβλῆσθαι τὰ ἐνθυμήματα, ἀλλ’ εἶναι τὸν λόγον ἐοικότα σώματι ἐκ κεφαλῆς ἐπὶ πόδας ἔχοντι τὰ μέρη καὶ τὰ μέλη ἀλλήλοις τε πρέποντα καὶ τῷ ὅλῳ συστήματι τοῦ σώματος. τοῦτο μὲν παρίημι εὐθύνειν, ὅτι ἔοικε σπάνιον εἶναι. ὁπότε γὰρ καὶ Λυσίαν ἐπὶ τούτῳ ἐλέγχει, πᾶσαν τὴν ἡμετέραν ῥητορικὴν ἔοικεν ἐλέγχειν. τοῦτον δὲ τὸν ἔλεγχον τὸν τοῦ μὴ ἐπίστασθαι τὴν ἀναγκαίαν ἀκολουθίαν μόνος Δημοσθένης ἐξέφυγεν κατὰ μίμησιν τὴν Πλάτωνος· πῶς καὶ τίνα τρόπον, ἐν τῷ περὶ μιμήσεως πειρασόμεθα. τοιαῦ|τα μὲν καὶ τοσαῦτα καὶ ἔτι πλέω τούτων τὰ τῆς ἀτεχνίας πλημμελήματα.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
