# Ars Rhetorica 6.1-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/6.1-2

Ἔστι δὲ καὶ τέταρτον σχῆμα βαθύτατον, τὸ δι’· ἄλλων πορευόμενον καὶ παντελῶς ἐπ’ ἄλλης ὑποθέσεως τὸν λόγον ποιούμενον ἄλλην περαίνειν. καὶ τούτου Ὅμηρος τὸ παράδειγμα ἔδωκεν καὶ ἔλαθεν τοὺς πολλούς. ἐπὶ γὰρ τῇ ἀποπείρᾳ τοῦ Ἀγαμέμνονος, ἣν ποιεῖται πρὸς τοὺς Ἕλληνας, οἱ κατέχοντες τὸ Ἑλ- ληνικόν εἰσιν Ὀδυσσεὺς καὶ Νέστωρ. καὶ θαυμαστὸν τί ἐν τῷ λόγῳ ἐστί; διπλοῦν τὸ θαυμαστόν· ἔοικεν ὁ Νέστωρ μηδὲν ἴδιον λέγειν, ἀλλὰ τὰ αὐτὰ λέγειν τῷ Ὀδυσσεῖ, ὥσπερ μαθητὴς τὰ διδασκάλου· καὶ ἀπονέμει αὐτῷ ἔπαινον ὁ Ἀγαμέμνων ὡς κρατοῦντι τῶν Ἑλληνῶν ἐν ταῖς βουλαῖς, ὅ πέρ ἐστιν ἀτοπώτατον. καὶ λέγουσιν οἱ διδάσκαλοι, ὅτι ἐπειδὴ ἐπῃνεσεν τὸν Ὀδυσσέα τὸ πλῆθος, ἵνα μὴ λυποῖτο ὁ γέρων, καὶ ὁ Ἀγαμέμνων τὸν γέροντα· ὡσπερεὶ παιδαρίων ἐν διδασκαλείῳ ἐπιδεικνυμένων καὶ παραμυθίαν τοῦ διδασκάλου ἀπονέμοντος, ἵνα μὴ κλαίῃ τὰ παιδία. ἀλλ’ ἡ τέχνη τίς; ὅλως ἡ αὐτὴ ὑπόθεσις τῶν λόγων οὐκ ἔστιν Ὀδυσσεῖ καὶ Νέστορι. ἔροιτο ἄν τις· καὶ πῶς οὐχ ἡ αὐτὴ ὑπόθεσις; τὰ αὐτὰ γὰρ λέγουσιν. τοῦτο ἡ τέχνη ἡ Νέστορος, ὅτι τὰ αὐτὰ λέγων οὐκ εἰς τὴν αὐτὴν ὑπόθεσιν λέγει. ἀλλ’ ἡ τέχνη τίς; ἐπειδὴ μέλλει χαλεπὴν ὑπόθεσιν πείθειν, πορεύεται διὰ τῆς πεπεικυίας ὑποθέσεως. πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες ὑπὸ τοῦ Ὀδύσσεως μένειν, καὶ ἤνεγκαν αὐτοῦ τὴν ἐπιτίμησιν καὶ τὴν παραμυθίαν. ἀλλ’ ἔχει χαλεπωτέραν ὑπόθεσιν ὁ γέρων· πορεύεται οὖν δι’ ὧν ἔπεισεν Ὀδυσσεὺς καὶ τὰ αὐτὰ λέγει Ὀδυσσεῖ· ὥςτε γὰρ ἢ παῖδες νεαροὶ χῆραί τε γυναῖκες | ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι Ὀδυσσεύς. τὰ αὐτὰ ὁ γέρων· Ὧ πόποι, ἦ δὴ παισὶν ἐοικότες ἀγοράασθε νηπιάχοις. Πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἡμῖν; ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ’ ἀνδρῶν 〈Νέστωρ. ἀλλ’ Ὀδυσσεύς〉 μάλα δή σε, ἄναξ, ἐθέλουσιν Ἀχαιοὶ πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν. λέγει ἐκεῖνος σημεῖον μαντείας τὸ περὶ τν Κάλχαντα, οὗτος τὰ τῆς ἀστραπῆς· ὥστε διὰ τῶν αὐτῶν πορεύονται. τί οὖν ἐστι τὸ παραλλάττον; διδάσκει τὸ παραλλάττον τῆς ὑποθέσεως τῶν ἐπαίνων ἡ διαίρεσις. ἐπῃνεσαν οἱ Ἀχαιοὶ καὶ τὸ πλῆθος τὸ κοινὸν τὸν Ὀδυσσέα· πεισθέντες μένουσιν, καὶ τὸ ἔργον τοῦ Ὀδυσσέως λαμπρόν· τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠὲ νέεσθαι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν. ὁ γέρων ἄλλην ὑπόθεσιν ἔχει· ἐπειδὴ γὰρ πεπεισμένοι εἰσὶν οἱ Ἕλληνες μένειν, ζητεῖ αὐτοὺς ἐκστρατεῦσαι. οὐδὲν γὰρ ὄφελος τοῦ μένειν ἄνευ τοῦ ταχθῆναι· ὅ περ μάλιστα ὑπόθεσίς ἐστι καὶ ζήτησις τοῦ Ἀγαμέμνονος· ἀλλ’ ἄγετ’ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν, πῶς 〈ἂν〉 ἄνευ τοῦ Ἀχιλλέως ἐκστρατεύσοιντο. ἔστιν οὖν τοῦ Νέστορος ἡ ὑπόθεσις· κρῖν’ ἄνδρας κατὰ φῦλα, κατὰ φρήτρας, Ἀγάμεμνον· ὣς φρήτρη φρήτρῃφιν ἀρήγει, φῦλα δὲ φύλοις. εἰ δέ κεν ὣς ἔρξῃς καί τοι πείθωνται Ἀχαιοί, γνώσει ἔπειθ’, ὅς θ’ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν ἠδ’ ὅς κ’ ἐσθλὸς ἔησι· κατὰ σφέας γὰρ μαχέονται. αὕτη ἡ ὑπόθεσίς ἐστιν, ἧς χρείαν ἔχει ὁ Ἀγαμέμνων· αὕτη ἡ ἐπικίνδυνος ὑπόθεσις τῶν λόγων τῷ Νέστορι· ὡς ἐν παρέργῳ δὲ αὐτὴν ἔρριψεν ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν ὡς προσθήκην τῷ λόγῳ ποιούμενος· καὶ γίνεται ὥσπερ τέλος τῆς δημηγορίας τῆς πεπεικυίας χρεία δημηγορίας ἀναγκαιοτέρα. διὰ τοῦτο Ἀγαμέμνων τυχων ὧν ἐβούλετο ἐπαινεῖ τν γέροντα· Ἦ μὰν αὐτ’ ἀγορῇ νικᾷς, γέρον, υἷας Ἀχαιῶν. αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν. τῶ κε τάχ’ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος χερσὶν ὑφ’ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε. ὅτι δὲ αὕτη ἐστὶν ἡ ὑπόθεσις τοῦ Νέστορος, τὸ ἐκστρατεῦσαι, καὶ ὅτι τοῦτο ἐπαινεῖ σχήματι ὁ Ἀγαμέμνων ὡς τυχὼν ὧν ἐβούλετο, τίς ὁ ἔλεγχος καὶ τίς ἡ ἀπόδειξις; φοβεῖται, μὴ οὐ πείσῃ ὁ Νέστωρ, καὶ βοηθεῖ αὐτῷ, ὅσα δύναται. τί οὖν ἐστι τὸ μὴ ποιοῦν πείθειν τὸν Νέστορα; ὀργὴ ὑπὲρ Ἀχιλλέως τῶν Ἐλλήνων. παραμυ|θεῖται τὴν ὀργὴν αὐτῶν ὁ Ἀγαμέμνων ὁμολογῶν ἡμαρτηκέναι, καὶ μέμνηται τοῦ Ἀχιλλέως, ἵνα μαλάξῃ αὐτῶν τὸν θυμὸν τὸν ἐπ’ αὐτῷ. ἐπεὶ τί βούλεται τὸ ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε’ ἔθηκεν, ὅς με μετ’ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει. καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ’ εἵνεκα κούρης ἀντιβίοις ἐπέεσσιν· ἐγὼ δ’ ἦρχον χαλεπαίνων. εἰ δέ ποτ’ ἔς γε μίαν βουλεύσομεν, οὐκέτ’ ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ’ ἠβαιόν. ἐποίησεν αὐτοὺς οἰκτεῖραι, εἰ ὁμολογεῖ τὸ ἁμάρτημα, καὶ ἀπεπλήρωσεν αὐτῶν τὸν θυμόν. εἶτα συναγορεύσας τῷ γέροντι καὶ παραμυθησάμενος, ἀφεὶς ταῦτα ἐπὶ τὸ οἰκειότατον ἔρχεται, ἐπὶ τὸν βασιλέα· νῦν δ’ ἔρχεσθ’ ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα. ταῦτα κελεύσας ἐπάγει σφίσι καὶ τὴν ἀπειλήν, ἐὰν δή τις χωρίζηται· | ὃν δέ κ’ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἔπειτα ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ’ οἰωνούς. ὥστε ἄρχεται ἀπὸ ἐπαίνου συναγορεύων τῷ Νέστορι, εἶτα παραμυθεῖται τὸν θυμὸν ὁμολογῶν ἡμαρτηκέναι, εἶτα κελεύει καὶ ἀπειλεῖ βασιλικῶς. αὕτη οὖν ἡ τέχνη τίς ἐστι; τὸ ἐπ’ ἄλλης ὑποθέσεως πεπεικυίας πρότερον 〈εἰπόντα〉 ἐπὶ τέλει ὡς πάρεργον ἐρρίπτειν τὴν οἰκειοτέραν ὑπόθεσιν. ταύτην τὴν τέχνην τίς ἐμιμήσατο καὶ τίς ἐξηγήσατο; Πλάτων. ἐγκώμιον λέγει ἐν τῷ Συμποσίῳ Ἀλκιβιάδης Σωκράτους. ἐπὶ τέλει τοῦ ἐγκωμίου λέγει πρὸς Ἀγάθωνα ὁ Ἀλκιβιάδης· ὅρα τοίνυν, ὦ | Ἀγάθων, μὴ πάθῃς, ὅ περ οἱ πολλοί. ὁ γὰρ Σωκράτης οὗτος προσποιεῖται ἐραστὴς εἶναι, εἶτα ἐρώμενος ἀναφαίνεται. μὴ οὖν καὶ σὺ τὸ αὐτὸ πάθῃς, ὅ περ καὶ πάντες πεπόνθασιν. ἔτυχεν δὲ ὁ Ἀλκιβιάδης ἐρῶν τοῦ Ἀγάθωνος καὶ ἐβούλετο ὑπὸ μηδενὸς ἄλλου αὐτὸν ἐρᾶσθαι, καὶ ἐπὶ τέλει ἔρριψεν τὴν παραίνεσιν τὴν πρὸς Ἀγάθωνα ὡς ἐπὶ τοῦ ἐγκωμίου λέγων. αὐτὸς ἐξηγεῖται ὁ Σωκράτης τὴν τέχνην· νήφειν μοι δοκεῖς, ὦ Ἀλκιβιάδη· ἐδόκει γάρ μεθύειν ὁ Ἀλκιβιάδης· οὐ γὰρ ἂν κομψῶς γε φησίν τὸ σατυρικὸν δρᾶμα περιέβαλες, εἰ μὴ ἔνηφες. καὶ πάντα ταῦτα εἴρηκας ὑπὲρ τοῦ διαβάλλειν ἐμὲ καὶ Ἀγάθωνα, ἵνα ἐγὼ μὲν σοῦ ἐρῶ καὶ μηδενὸς ἄλ|λου. καὶ γὰρ ἐποίησας αὐτό φησίν ὡς οὐδέν τι, ἐπὶ τέλει αὐτὸ εἰπών, ὡς οὐχ ἕνεκα τούτου πάντα τὰ ἄλλα εἰρηκώς. ἀλλ’ οὐκ ἔλαθες, ἀλλὰ τὸ σατυρικὸν δρᾶμα τοῦτο ἀνεφάνη. οὕτω γάρ τοι γίνεται ἡ τέχνη καὶ παραδίδοται. Πειρασόμεθα οὖν δεῖξαι μετὰ τὰ Ὁμηρικὰ καὶ παρὰ τοῖς ῥήτορσιν καὶ ἐν δημηγορίαις καὶ ἐν δίκαις καὶ ἐν πανηγυρικοῖς λόγοις καὶ ἐν διαλόγοις τὸ αὐτὸ εἶδος γινόμενον.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
