# Ars Rhetorica 6.1

Dionysius of Halicarnassus, Ars Rhetorica, Προτρεπτικὸς ἀθληταῖς. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/6.1

Ἐπειδὴ δὲ διάφορα τὰ πρόσωπα, τὰ μὲν ἔνδοξα, τὰ δὲ ἧττον, καὶ τὰ μὲν ἀπὸ στεφάνων πολλῶν, τὰ δὲ νῦν πρῶτον ἀρχόμενα, πειρασόμεθα ἕκαστον ἀπὸ τῶν οἰκείων καὶ προσφόρων προτρέψασθαι· οἷον τοὺς μὲν πολλοὺς ἔχοντας στεφάνους, ὅτι καλόν, μὴ ὅπως καταισχῦναι τούτους, ἀλλὰ καὶ προσθεῖναι καὶ πλείους ἀποφῆναι· συναύξεται γὰρ τοῖς στεφάνοις καὶ ἡ δόξα. τοὺς δὲ ὀλὶγους, ὅτι δεῖ μὴ τούτοις ἀρκεῖσθαι, ἀλλὰ καὶ βεβαιώσασθαι τούτους ὅτι καὶ μετὰ τῆς ἀληθεὶας καὶ προῖκα, τῷ ἐπαγωνίσασθαι καὶ προσλαβεῖν ἑτέρους. | τοὺς δὲ νῦν πρῶτον ἀρξομένους· 'ἀρχὴ δέ τοι ἥμισυ παντός. καὶ τοῖς ἡττημένοις πρότερον καλὸν ἀναμάχεσθαι, ἵνα μὴ καὶ ψυχῇ καὶ σώματι, ἀλλὰ τύχῃ μᾶλλον δοκῶσιν τῇ ἥττῃ κεχρῆσθαι. εἶτα συμπροτρέψεις τοὺς μὲν κατὰ τὸ αἰσχρόν, τοὺς δὲ κατὰ τὸ καλόν, ὅτι τοῖς μὲν πολλοὺς ἔχουσι καὶ προνενικηκόσιν αἰσχρὸν τὸ ἡττηθῆναι τῶν μήπω νενικηκότων, τοῖς δὲ ἄλλοις ἔντιμον καὶ οὐδὲ ὑπερβολὴν εἰς δόξης λόγον ἔχον 〈τὸ〉 τοὺς νενικηκότας κρατῆσαι καὶ δι’ ἑνὸς στεφάνου προσλαβεῖν τὴν τούτων δόξαν. εἶτα πειραφραίνει, σόμεθα ἀναιρεῖν, δι’ ἃ ἐπὶ τὸ διαφθείρεσθαί τινες τρέπονται, τῷ αἰσχρῷ καὶ ἀδόξῳ, ὅτι αἰσχρὸν χρημάτων προἕσθαι τὴν νίκην, κατὰ ἀμφότερα τὰ πρόσωπα τὸ αἰσχρὸν προσάπτοντες, καὶ κατὰ τὸ τῶν διδόντων καὶ κατὰ 〈τὸ〉 τῶν λαμβανόντων, ὅτι οἳ μὲν χρήματα ἀντὶ δόξης ἀνταλλάσσονται· ἐν ᾧ οἷα μὲν τὰ χρήματα, οἵα δὲ ἡ δόξα· τὰ μὲν πρόσκαιρα, ἣ δὲ | ἀθάνατος· καὶ τὰ μὲν τύχη καὶ χρόνος καὶ πόλεμος ἀφεῖλεν, ἣ δὲ ἀναφαίρετος ὑπὸ τούτων· καὶ τὰ μὲν ζῶντας εὐφραίνει, ἣ δὲ μετὰ τὴν τελευτὴν ζηλωτοὺς ἀποφαίνει· καὶ τὰ μὲν καὶ ἀπὸ κακίας περιγίνεται, ἣ δὲ ἀπὸ ἀρετῆς καὶ ἀνδραγαθίας. ἔπειτα καὶ οἱ δόντες τῷ μὲν δοκεῖν νενικήκασιν, τῇ δ’ ἀληθείᾳ ἐώνηνται τὴν νίκην· καὶ ὅτι οὐ δόξαν κτῶνται, ἀλλ’ αἰσχύνην, τὸ γὰρ μὴ μετὰ ἀληθείας κρατῆσαι πρὸς αἰσχύνην μᾶλλον τῷ κρατήσαντι ἢ δόξαν· καὶ ὅτι εἰ καὶ λανθάνοιεν τοὺς ἄλλους, ἀλλ’ ἑαυτοῖς συνίσασιν, καὶ παρὰ τοῖς ἄλλοις μὲν δοκοῦσι κρατεῖν, παρὰ δὲ ἑαυτοῖς ἥττηνται· καὶ ὅτι οὐδὲ ἡδονὴ ἐπὶ τῆς τοιαύτης νίκης· καὶ ὅτι ὁ τῆς αἰσχύνης ἔλεγχος ἀεὶ συμπάρεστιν αὐτοῖς τῆς ἐπονειδίστου νίκης. καὶ ὅτι χείρους τῶν προδοτῶν· ἐκεῖνοι μὲν γὰρ τοὺς ἄλλους πωλοῦσιν, οὗτοι δὲ καὶ ἑαυτούς· καὶ ὅμοιοι τοῖς πόρνοις εἰσὶν ἐπὶ τοῖς σώμασιν τοῖς ἑαυτῶν λαμβάνοντες· κἀκεῖνοι μὲν ἴσως καὶ δι’ ἡλικίαν ἐξαπατηθέντες, οὗτοι δὲ δι’ αἰσχροκέρδειαν ἑαυτοὺς ἐκδόντες. | εἶτα ὅτι οὐδὲ λανθάνουσιν· ῥᾳδίως γὰρ ὁρῶνται καὶ ἐκ τῶν σωμάτων καὶ ἐκ τῶν γυμνασιῶν καὶ ἐκ τῶν προγεγενημένων ἀγώνων. ἐν ᾧ· τίνα τὰ ἐπὶ τούτοις; μάστιγες, ὕβρεις, αἰκίαι σωμάτων, ἃ δούλων καὶ οὐκ ἐλευθέρων·. τὸ παρὰ τοῖς θεαταῖς βλασφημεῖσθαι ἀντὶ τοῦ ἐπαινεῖσθαι κροτεῖσθαι στεφανοῦσθαι· ἐνίοτε δὲ [καὶ] ζημία καὶ τὸ ἐκβάλλεσθαι καὶ ἐκ τῶν σταδίων καὶ ἀγώνων, μέγιστον δὲ ἐπ’ ἐλευθερίᾳ φρονοῦντας εἰς τὰς τῶν δούλων τιμωρίας περιορᾶν αὑτοὺς ἐμπίπτοντας. καὶ ἂν μὲν δοῦλον αἰσθάνωνταί τινα τῶν ἀγωνιζομένων εἶναι, κατηγορεῖν αὐτοῦ καὶ ὡς ἀνάξιον τοῦ ἀγῶνος ἐκκρίνειν· αὐτοὺς δὲ τὰς παρὰ τῶν ἀθλοθετῶν ψήφους τῆς ἐλευθερίας λαμβάνοντας τὴν τῆς δουλείας καθ’ ἑαυτῶν φέρειν.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
