# Ars Rhetorica 6

Dionysius of Halicarnassus, Ars Rhetorica, Τέχνη περὶ τῶν πανηγυρικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/6

Μὴ παρέργως δὲ μηδὲ αὐτὸν τὸν στέφανον παρέλθῃς, ὅςτις ἐπῇ (οὐδὲ γὰρ ἐν τούτῳ γενόμενος ἀπορήσεις ἐπαίνου)· τὴν μὲν δρῦν, ὅτι ἱερὰ Διός, καὶ ὅτι ἡ πρώτη καὶ πρεσβυτάτη τροφὴ τῶν ἀνθρώπων, καὶ ὅτι οὐκ ἄφωνος, ἀλλὰ καὶ ἐφθέγξατό ποτε ἐν Δωδώνῃ. εἰ δὲ ἐλαία, ὅτι ἱερὰ τῆς Ἀθηνᾶς, καὶ ὅτι ἄκος πόνων, καὶ ὅτι τὰ τρόπαια ἀπὸ τούτου τοῦ φυτοῦ ἀνέθεσαν οἱ παλαιοί, καὶ ὅτι τῆς νίκης τοῦτο σύμβολον τὸ φυτόν, καὶ ὅτι ἡ Ἀθηνᾶ τούτῳ πρώτη ἐστέψατο νικήσασα τὸν Ποσειδῶνα, καὶ ὅτι οἰκειότατον τοῖς ἀγωνιζομένοις (τὰ γὰρ γυμνάσια διὰ τοῦ ἐλαίου διαπονεῖται), καὶ ὅτι συναγωνίζεται πρὸς τὸν λόγον δι’ οὗ πανηγύρεις κοσμοῦνται. καὶ τὴν δάφνην δὲ ἐρεῖς ὅτι καὶ ἱερὰ τοῦ Ἀπόλλωνος καὶ | μαντικὸν τὸ φυτόν· εἰ δὲ βούλει καὶ τοῦ μύθου ἐφάπτεσθαι τοῦ περὶ τῆς Δάφνης, οὐδὲ τοῦτό σοι ἄπο τρόπου εἴη ἂν εἰρημένον. ὁμοίως δὲ καὶ ἕτερον εἰ ἐπείη, οἱονεὶ καρποὶ Δημητριακοὶ ἢ πίτυς, εὐπορήσεις που καὶ περὶ τούτων ἑκάστου. οὐκ ἔξω δὲ φιλοτιμίας οὐδὲ τὸ παραβαλεῖν τὸν στέφανον πρὸς τοὺς παρ’ ἄλλοις.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
