# Ars Rhetorica 7-2

Dionysius of Halicarnassus, Ars Rhetorica, Μέθοδος γαμηλίων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/7-2

ὁ δὲ ἔπαινος ἄπερ ἐν τοῖς ἐγκωμίοις ἕξει, καὶ τόποι οἱ αὐτοὶ καὶ 〈ἐκεῖ, ὁ〉 ἀπὸ τῆς πατρίδος, ὁ ἀπὸ τοῦ γένους, ὁ ἀπὸ τῆς φύσεως, ὁ ἀπὸ τῆς ἀγωγῆς, καὶ ὅτι ἴσοι καὶ ὅμοιοι καὶ βέβαιοι ἀμφότεροι, καὶ ἐκ τοιούτων πατέρων καὶ προπατόρων· καὶ εἰ μὲν ἐκ τῆς αὐτῆς πατρίδος, ὅτι ἐκ πολλοῦ προσῳκειωμένοι ὑπὸ τοῦ τόπου· εἰ δὲ ἐκ διαφόρων, ὅτι καὶ ὑπὸ θεῶν συνήχθησαν εἰς τὴν κοινωνίαν. εἰ δὲ δὴ ἐκ τοῦ αὐτοῦ γένους εἰσίν, ὅτι αὔξησις καὶ οἰκειό|της συγγενείας ἄλλη ἐπ’ ἄλλῃ γέγονεν, καὶ δεσμὸς βεβαιότερος καὶ ἰσχυρότερος· ὅταν δὲ ἀπὸ διαφόρων ἐπιτηδευμάτων, ὃ μὲν ἀπὸ στρατείας, ὃ δὲ ἀπὸ παιβουλευτικὴ δείας, ὅτι ἁρμονία αὕτη ἀρίστη, τὸ εἰς ταὐτὸν σοφίαν τε καὶ ἀνδρείαν τελεῖν, καὶ οἵους εἰκὸς τοὺς ἀπὸ τούτων γενέσθαι.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
