# Ars Rhetorica 7-6

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ τῶν μελέταις πλημμελουμένων. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/7-6

Περὶ δὲ τὴν λέξιν συχνὰ τὰ ἁμαρτήματα. οἳ μὲν γὰρ πάνυ εὐτελῶς φθέγγονται καὶ φασὶ τὸ κατὰ φύσιν δὴ καὶ γνώριμον μεταδιώκειν, οὐκ εἰδότες ὅτι ἐν τῷ καλῷ μάλιστα 〈τὸ〉 γνώριμόν ἐστιν, ἐν δὲ τῷ ἀγοραίῳ τῆς λέξεως οὐδὲ τὸ σαφές, μή τί γε 〈τὸ〉 γνώριμον φαίνεται· τὸ γὰρ ἀγοραῖον οὔτε τὴν δήλωσιν ἀκριβῆ οὔτε τὴν φαντασίαν ἐναργῆ παρέχεται. οἳ δὲ τὸ παράσημον τῆς λέξεως ἐναγκαλίζονται, εἴ πού τι ἀνακεχωρηκὸς ὄνομα ἢ ῥῆμα εἴρηται, τοῦτο θηρῶντες καὶ πανταχοῦ φθεγγόμενοι, ἐπ’ ἀρχαιότητι δή τινι σεμνυνόμενοι· γελοῖον πεπονθότες, εἴ γε μὴ λογίζονται, ὅτι τὰ βυβλία διὰ τῶν γνωριμωτάτων ἀγωνίζεται, τὰ δὲ ἀνακεχωρηκότα ταῦτα σπάνιά ἐστιν. οὔκουν ἀρχαΐζειν 〈ἂν〉 δοκοίη ὁ τὰ ὀλιγάκις εἰρημένα ἀρχαίοις λέγων, ἀλλ’ ὁ τοῖς ἀεὶ λεγομένοις καὶ πανταχοῦ χρώμενος. ἀγνοοῦσιν δὲ καὶ τὴν χρῆσιν τῶν σπανίων ὀνο|μάτων, καθ’ ἃς αἰτίας ἔνεστι τοῖς βυβλίοις. εἰσὶ δὲ αἱ αἰτίαι αὗται· πρώτη μὲν ἐκείνη·

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
