# Ars Rhetorica 7-7

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ λόγων ἐξετάσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/7-7

Ταῦτα τὰ ἑπτὰ εἴδη ἓν γενέσθαι δεῖ. οὕτως εὑρήσεις καθ’ ἕκαστον ῥῆμα ὑποθέσεως προβαλλομένης ἠθῶν συναγωγάς. πένης καὶ πλούσιος ἐχθροὶ ἐκ πολιτείας· εὑρήσεις ἐν τῷ πένητι ἦθος, ἐν τῷ πλουσίῳ ἦθος, | ἐν τοῖς ἐχθροῖς ἦθος, ἐν τῷ ἐκ πολιτείας ἦθος· οὐ γὰρ ἡ αὐτή ἐστιν ἔχθρα ἐξ ἰδιωτικῶν πραγμάτων καὶ ἐκ πολιτικῶν, ἀλλ’ ἕξεις τὸ φρόνημα ἑκατέρου ἀξιοῦντος διαλέγεσθαι τῷ δήμῳ. εἶτα εἰ πατήρ ἐστιν αὐτῶν τις ἢ οὐ πατήρ. εἶτα πόλεμος κατέλαβεν, εἶτα κατὰ τὸν πόλεμον ἀριστεία ἢ πταῖσμα· εἶτα αἰτήσεις καὶ κρίσεις. εὑρήσεις καθ’ ἕκαστον ὄνομα τῆς πλοκῆς ἐν ταῖς ὑποθέσεσιν γένεσιν ἤθους ἀναγκαίου. καὶ οὗτός ἐστιν ὁ διαιρετικὸς τῶν ἠθῶν ἀκριβής, ὁ μηθὲν ἦθος παραλιπών. ἂν γὰρ τὸν μὲν πατέρα δείξῃς, τὸν δὲ πολιτικὸν μὴ δείξῃς, ἢ τὸν μὲν πολιτικὸν δείξῃς, τὸν δὲ πατέρα μὴ δείξῃς· ἢ πάλιν ἂν μὲν τὸν πατέρα δείξῃς, τὸν δὲ στρατηγὸν μὴ δείξῃς, ἂν τὸν μὲν ἠριστευκότα δείξῃς, τὸν δὲ λιπόντα τὴν τάξιν μὴ δείξῃς· ἂν μὴ δείξῃς κατὰ τύχας καὶ προαιρέσεις καὶ γένη καὶ ἔθνη τὰς διαφορὰς τῶν ἠθῶν καὶ 〈καθ’〉 ὅσα ἄλλα ἠριθμήσαμεν, οὐ πληροῖς τὸ ἦθος. πάντα γὰρ ταῦτα, ὅσα ἠριθμήσαμεν, | καλεῖται μὲν εἴδη, γίνεται δὲ ἦθος. ἡ γὰρ τέχνη τῆς διαιρέσεως, ὡς φησὶν ὁ Πλάτων, διαιρέσεις καὶ συναγωγαί, δεῖξαι τὰ εἴδη πόσα ἐστὶν καὶ πόσας ἔχει τομάς, καὶ πάντα συναγαγεῖν εἰς ταὐτόν. τοῦτο γάρ ἐστι διαιρέσεως τέχνη· ἓν πολλά, πολλὰ ἕν. ἔχομεν τὸ ἦθος, ἐρχόμεθα ἐπὶ τὴν γνώμην.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
