# Ars Rhetorica 7.1

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων β. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/7.1

Πρότερον δὲ καὶ ἄλλο εἶδος ἴδωμεν λόγων ἐσχηματισμένων, διπλοῦν τοῦτο· τὸ μὲν πρὸ τῆς τῶν μελλόντων λεχθήσεσθαι παρρησίας ἔνδειξιν τῶν λεχθησομένων ἀσφαλῆ προανακρουομένην τὸ λυπηρὸν τοῦ ἀκούσματος· τὸ δὲ ἐν διοικήσει προσώπων ὑπαλλαγήν, ὅτε διὰ τῶν πρὸς ἑτέρους ἑτέροις 〈τις διαλέγεται〉 καὶ ἔχει τὸ ἀσφαλὲς ἐν τῷ μὴ οἷς ἐπιπλήττει αὐτοῖς διαλέγεσθαι, ἀλλ’ ἀκουόντων αὐτῶν ἑτέροις ταῦτα λέγειν, ἃ τούτοις προσήκει. τί ποτ’ οὖν ἐστιν ἑκάτερον τὸ εἶδος; ὁ Ἀχιλλεὺς ἀνέστη καὶ μετὰ τὸν Ἀχιλλέα ὁ μάντις ἐν ἀρχῇ τῆς Ἰλιάδος, ἐλέγχοντες τὸν Ἀγαμέμνονα, ὅτι τὴν αἰτίαν τοῦ νοσήματος αὐτὸς παρέχει. ὁ μὲν Ἀχιλλεὺς ἐν συμβούλου σχήματι ὀνειδίζει τὴν αἰτίαν τῷ Ἀγαμέμνονι τῶν κακῶν ὡς ἀπόρως διακείμενος καὶ ζητῶν τὴν αἰτίαν, καὶ ἀφορμὴν ποιεῖ τῆς παρρησίας τῷ μάντει· ὁ δὲ μάντις ἀντιστοιχῶν τῷ Ἀχιλλεῖ τῇ ἀρνήσει ὧν ὑπέβαλεν ὁ Ἀχιλλεὺς ζητῶν τὰς αἰτίας, προδιοικεῖται τὸ φανερὰν γενέσθαι τὴν αἰτίαν τῶν δεινῶν. ἴδωμεν οὖν τοὺς ἑκατέρων λόγους, πῶς ἔχουσιν δι’ ἀλλήλων καὶ πῶς τὸ εὐπρεπὲς ἔχουσιν οἱ μὲν τοῦ Ἀχιλλέως ἐν βαθύτητι ζητήσεως, οἱ δὲ τοῦ μάντεως 〈ἐν〉 ἀσφαλείᾳ πρὸ τῆς ἀποκρίσεως· Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,| εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον (καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν), ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων, εἴ τ’ ἄρ’ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης· αἴ κέν πως ἀρνῶν κνίσσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι. Ἤτοι ὅ γ’ ὣς εἰπὼν κατ’ ἄρ’ ἕζετο. μέχρι τούτου οἱ Ἀχιλλέως λόγοι τὸ σχῆμα ἔχουσιν ὑπαινιττομένου εἰς Ἀγαμέμνονα καὶ προσκρούοντος ἐκείνῳ, ἐν δὲ σχήματι ζητήσεως καὶ ἀπορίας τῆς τοῦ δεινοῦ αἰτίας τὸ ἀσφαλὲς προδιοικουμένου. ἡ δὲ ἔν δειξις τοῦ εἰς Ἀγαμέμνονα λέγεσθαι ταῦτα πρῶτον μὲν τὸ πρὸς Ἀγαμέμνονα ποιεῖσθαι τοὺς λόγους, ἀλλὰ μὴ εἰς τὸ κοινόν· Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας . . . ὡς γὰρ τιμῶν αὐτὸν διὰ τὸ ἀξίωμα καὶ τὸν κοινὸν λόγον πρὸς ἐκεῖνον ἀποτεινόμενος τὴν ἀσφάλειαν ἔχει τοῦ προσκρούματος. εἶτα ἑξῆς ἐπάγει εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς. αἴτιος τοῦ πολέμου Ἀγαμέμνων ἐστὶν συναγαγὼν τοὺς Ἕλληνας. συνῆψεν καὶ τὸν λοιμὸν τῷ πολέμῳ, καὶ φησὶν αὐτὸν αἴτιον γεγονέναι· τί γὰρ ἡ μνήμη τοῦ πολέμου ἐνταῦθα, εἰ μὴ ἐβούλετο ἀμφοτέρων αἴτιον ἀποφῆναι τὸν αὐτόν; εἶτα ἐπειδὴ ἔδειξεν, ὅτι αὐτὸς αἴτιός ἐστιν, 〈ἀντὶ〉 τοῦ χωρὶς σαφῶς εἰπεῖν ἐπὶ τὴν ζήτησιν ἦλθεν· ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα ἢ καὶ ὀνειροπόλον· καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν· ὅς κ’ εἴποι, ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων. ἡ προσθήκη τοῦ τόσσον δηλοῖ, ὅτι τὰς αἰτίας τῆς ὀργῆς ἃς ὑποβάλλει Ἀχιλλεὺς οὐ πιστεύει ἁκούων, ἀλλὰ αἰτίαν μείζονα περιμένει· εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται εἴ θ’ ἑκατόμβης. . . οὐ δέχεται τὸν Ἀπόλλωνα ἕνεκεν εὐχωλῆς καὶ ἑκατόμβης τόσον χολωθῆναι. οὕτω μὲν ὁ Ἀχιλλεὺς διοικεῖται τὸν λόγον. ὁ δὲ μάντις λαβόμενος τῆς ἀφορμῆς αὐτοῖς | τοῖς Ἀχιλλέως λόγοις χρῆται εἰς διατριβὴν τοῦ δεῖξαι τῷ Ἀγαμέμνονι, πρὶν φανερῶς εἰπεῖν, καὶ γίνεται αὐτῷ ἀφορμὴ τῶν λόγων τὸ τόσσον· λέγει γάρ οὔ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης. καὶ πρότερον προδιοικεῖται τὴν ἀσφάλειαν· Ὠ Ἀχιλεῦ, κέλεαί με, διίφιλε, μυθήσασθαι μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος. τοιγὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον, ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν. ταῦτα γὰρ ὁμολογοῦντός ἐστιν, ὅτι τῷ βασιλεῖ προσκρούσει. εἶτα τῷ προοιμίῳ τούτῳ ἐπάγει· ἠ γὰρ ὀίομαι ἄνδρα χολωσέμεν, ὅς μέγα πάντων Ἀργείων κρατέει, καί οἱ πείθονται Ἀχαιοί. εἶτα γνωμολογεῖ· | κρείσσων γὰρ βασιλεύς, ὅτε χώσεται ἀνδρὶ χέρηι. εἶτα τὴν τέχνην τῆς ὀργῆς ἐπάγει· εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, ἐν στήθεσσιν ἑοῖσι. σὺ δὲ φράσαι, εἴ με σαώσεις. καὶ ἤδη ἔδειξεν, ὅτι Ἀγαμέμνων τούτων ἀπάντων αἴτιος, μηδέπω εἰπών· καὶ διὰ τοῦτο ἐπάγει ἀντίστοιχα λέγων ὁ Ἀχιλλεὺς καὶ ὁμολογούμενα τούτοις· Θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα. οὐ μὰ γὰρ Ἀπόλλωνα διίφιλον, ᾧ τε σύ, Κάλχαν, εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις, οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει συμπάντων Δαναῶν· οὐδ’ ἣν Ἀγαμέμνονα εἴπῃς, ὃς νῦν πολλὸν ἄριστος ἐνὶ στρατῷ εὔχεται εἶναι. Καὶ τότε δὴ θάρσησε καὶ ἤυδα μάντις ἀμύμων. | ὁμολογεῖ ὁ ποιητὴς τῶν λόγων τὴν διοίκησιν. Μία μὲν αὕτη εὐπρέπεια ἐσχηματισμένων λόγων, τὸ δι’ αἰνιγμάτων λέγειν, ἃ φρονεῖ τις, καὶ τὸ τῇ διατριβῇ καὶ τῇ μελλήσει τῶν λόγων εἰπεῖν, πρὶν εἰπεῖν, τῷ προοιμίῳ τὸ μέλλον δείκνυσθαι λυπηρόν. ἡ δὲ δευτέρα τίς;

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
