# Ars Rhetorica 8-3

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ ἐσχηματισμένων ᾱ̄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/8-3

Ἐπεὶ μέντοι συμβουλευτικῶν καὶ δικανικῶν ἐμνήσθημεν, λάβε καὶ παρὰ Πλάτωνος παραδείγματα ἀγώνων πλειόνων συμπεπλεγμένων καὶ τρόπον τινὰ πάντων 〈τῶν〉 μερῶν τῆς ῥητορικῆς συναγομένων. ἡ Σωκράτους Ἀπολογία τὴν μὲν πρότασιν ἔχει, ὡς τὸ ἐπίγραμμα δηλοῖ, ἀπολογίαν, ἔστι δὲ καὶ Ἀθηναίων κατηγορία, εἰ τοιοῦτον ἄνδρα εἰς δίκην ὑπήγαγον. καὶ κέκρυπται τὸ πικρὸν τῆς κατηγορίας τῷ ἐπιεικεῖ τῆς ἀπολογίας· ἃ γὰρ ὑπὲρ αὑτοῦ ἀπολογεῖται, Ἀθηναίων κα|τηγορεῖ. δύο μὲν αὗται συμπλοκαί. τρίτη δέ· ὁ λόγος ἐστὶ Σωκράτους ἐγκώμιον, καὶ τὸ ἐπαχθὲς τοῦ λόγου ἐπεσκίασται τῷ ἀναγκαίῳ τῆς ἀπολογίας· τρίτη αὕτη συμπλοκή. καὶ γεγόνασι δύο μὲν δικανικαὶ ὑποθέσεις συνημμέναι, ἡ ἀπολογία καὶ ἡ κατηγορία· μία δὲ ἐγκωμιαστική, ὁ ἔπαινος ὁ Σωκράτους. τετάρτη συμπλοκή, ἥ περ μεγίστη ὑπόθεσις τῷ Πλάτωνι, ἔχουσα συμβουλευτικῆς ἰδέας δύναμιν, φιλόσοφον δὲ τὴν θεωρίαν· ἔστι γὰρ τὸ βυβλίον παράγγελμα, ὁποῖον εἶναι δεῖ τὸν φιλόσοφον. τοῦτο, ὡς μὲν ἐν ῥητορικῇ, συμβουλευτικὴ ἰδέα· ὡς δ’ ἐν φιλοσοφίᾳ, δόγμα παραδιδόμενον· τοιοῦτον γὰρ εἶναι τὸν φιλόσοφον, ὁποῖος ἐν τῇ Ἀπολογίᾳ φαίνεται Σωκράτης. ταύτην τὴν κρᾶσιν τῶν τεττάρων ὑποθέσεων ζηλώσας ὁ Δημοσθένης ἐν τῷ περὶ τοῦ στεφάνου τὴν μίμησιν ἐξήνεγκεν· καὶ γὰρ ἀπολογίαν ἔχει ὑπὲρ ὧν κατηγορεῖται, καὶ κατηγορίαν ἐλέγχοντος τοὺς ἠδικηκότας καὶ τῶν κακῶν αἰτίους, καὶ φανερῶς ἐγκώ|μιον δεικνύντος ἐφ’ οἷς ἄξιός ἐστι τοῦ στεφάνου, καὶ τὸ δόγμα ὡς ἐν λόγῳ δικανικῷ καὶ πολιτικῷ, ὁποῖον εἶναι 〈δεῖ〉 τὸν πολιτικὸν ἄνδρα καὶ σύμβουλον ἀγαθόν. λέγει γοῦν αὐτὸς ἐν τῷ λόγῳ σαφῶς· ταῦτα καὶ τοιαῦτα πράττειν, Αἰσχίνη, τὸν καλὸν κἀγαθὸν πολίτην δεῖ.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
