# Ars Rhetorica 8-6

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ λόγων ἐξετάσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/8-6

Ἡ γνώμη τριπλῆν ἐξέτασιν ἔχει· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. τὰ περιττὰ φλυαρία, τὰ ἐλλείποντα ἀσθενῆ, τὰ ἐναντία κίνδυνος. Ὅμηρος ταῦτα ἐπεσημήνατο· Θερσίτης δ’ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα· 〈τίς〉 τῆς ἀκαίρου περιττότητος ἡ αἰτία; ἐὰν γοῦν τοῦ Θερσίτου παρέλῃς δύο ἔπη, Νέστορος γίνεται δημηγορία. τὰ δὲ δύο ἔπη τίνα ἐστίν; * * * Ὅμηρός σοι λέγει· ἀλλ’ ὅ τί οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν | ἔμμεναι· ὁτιοῦν τῶν λεγομένων γελοῖόν ἐστιν, ἀλαζονευομένου ἐκείνου ἐπὶ τῇ δυνάμει τοῦ σώματος καὶ τῇ ἀρετῇ καὶ ὑβρίζοντος ἐν τῇ παρρησίᾳ τῇ ἀκράτῳ. ταῦτα ἂν περιέλῃς, τὰ λοιπὰ ἰσχυρά ἐστιν. τοῦτο καὶ ἡ Ὁμήρου τέχνη. ἐπειδὴ γὰρ ἑώρα τὸ στρατόπεδον ἀγανακτοῦντας ὑπὲρ Ἀχιλλέως πρὸς Ἀγαμέμνονα, καὶ διὰ τοῦτο οὐ προθύμως ἔχοντας συμμαχεῖν, ἀλλ’ ἀπαλλακτικῶς ἐπὶ τῶν πατρίδων, ἠθέλησεν λῦσαι τὰ ὑπὲρ Ἀχιλλέως δίκαια. ἀνέστησεν οὖν αὐτῷ συνήγορον ἐπίφθονον, γελοῖον, ἵν’ ἐν τῇ τοῦ συνηγόρου κακίᾳ ἀφανισθῇ τὸ δίκαιον τοῦ πράγματος· ἔχθιστος δ’ Ἀχιλῆι μάλιστ’ ἦν ἡδ’ Ὀδυσῆι. τὼ γὰρ νεικείεσκε· τότ’ αὖ Ἀγαμέμνονι δίῳ ὀξέα κεκληγὼς λέγ’ ὀνείδεα. τί οὖν ἐστι τὸ θρασὺ αὐτοῦ καὶ ἡ περιττότης τοῦ ἤθους, καὶ ἡ ἀκαιρία τίς; | τῷ δ’ ἂρ Ἀχαιοὶ ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ’ ἐνὶ θυμῷ. εἰ μὴ γελοῖος ἦν οὗτος καὶ ἄξιος μίσους, ἦν ἰσχυρὰ τὰ λεγόμενα ὑπὲρ Ἀχιλλέως. διὰ τοῦτο καὶ γέλως τοῖς Ἕλλησι γίνεται, καὶ ἐκ τοῦ γέλωτος διάλυσις τῆς σπουδῆς τῆς εἰς τὰς πατρίδας. ἀπὸ γὰρ ἐκείνης τῆς σκυθρωπότητος ἡ μεταβολὴ διὰ τὸ γενόμενον παρέσχεν εἰρηναίαν τὴν ψυχήν. ὥςτε ἤδη μάθημα μανθάνομεν μέγα καὶ λαμπρόν, μὴ ἐν τῷ πλήθει τῶν λεγομένων ἡγεῖσθαι τὴν ἀρετὴν τῆς ῥητορικῆς. τὰ ἐλλείποντα πῶς; οὕτω πως εἶπεν περὶ τοῦ Μενελάου· παῦρα μέν, ἀλλὰ μάλα λιγέως· ἐπεὶ οὐ πολύμυθος. τὸ γὰρ παῦρα μέν τοιοῦτόν ἐστιν οἷον οὐκ ἐντελῶς | τῷ ἀγῶνι. τὸ δὲ μὴ ἐναντία, ὅπερ καὶ Ισοκράτης ἐπῄνεσεν, δικανικοῦ λόγου, ὡς δεῖ ἔχειν, καὶ ἐπιδεικτικοῦ διαίρεσιν λέγων, ὅτι δεῖ τοὺς μὲν ἔχειν ἀσφαλῶς, τοὺς δὲ ἐπιδεικτικῶς, καὶ Ὅμηρος δὲ εἶπεν ὃ δ’ ἀσφαλέως ἀγορεύει· τοῦτο δέ ἐστι τὸ διὰ τῶν ὁμολογουμένων οὐ περὶ τῶν ὁμολογουμένων ἀμφισβητήσιμα λέγειν, ἀλλὰ καὶ τῇ ἀποδείξει τῶν ὁμολογουμένων ἀμφισβητούμενον λύειν δυνάμενον. τοῦτο καὶ Ξενοφῶν καὶ Πλάτων λέγουσιν περὶ Σωκράτους, ὅτι διὰ τῶν ὁμολογουμένων ἐπορεύετο, ἐπεὶ διδάσκειν ἐβούλετο. Γίνεται οὖν ταῦτα τρία ἀριθμῷ· μὴ περιττά, μὴ ἐλλείποντα, μὴ ἐναντία. κάλεσον αὐτὰ δυσὶν ὀνόμασιν μέτρον καὶ ἀσφάλειαν. τῷ γὰρ μὴ περιττὰ μηδὲ ἐλλείποντα μέτρου ὄνομα, τῷ δὲ μὴ ἐναντία ἀσφαλείας.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
