# Ars Rhetorica 8

Dionysius of Halicarnassus, Ars Rhetorica, Τέχνη περὶ τῶν πανηγυρικῶν. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/8

Ἡ δὲ λέξις ἄλλη μὲν κατὰ τὴν ἑκάστων φύσιν ἢ βούλησιν. εἰ δὲ δὴ κρατεῖν χρὴ τὴν ἐμὴν γνώμην, οὐ μονότροπον ταύτην συμβουλεύσαιμ’ ἂν εἶναι ἀλλὰ ποικίλην καὶ μεμιγμένην, καὶ τὰ μὲν 〈ἐν〉 τῇ ἀφελείᾳ προάγοντα, τὰ δὲ ἐν ἀντιθέτοις τε καὶ παρισώσεσιν Ἰσοκράτους, τὰ δὲ διηρμένως. ταύτην γὰρ τὴν ὁδὸν καὶ τὸν τοῦ ἡμεδαποῦ χοροῦ ἡγεμόνα τε καὶ κορυφαῖον οἶδα μετιόντα 〈πάντῃ〉 ὡς ἔπος εἰπεῖν ἢ ἐν τοῖς πλείστοις, εἰ μή τι πρὸς εἶδος γράφειν τι προὔθετο· ἑκάστης δὲ ἰδέας ἔδωκεν ἡ ὕλη τὴν ἀφορμήν. δεῖ δὲ τοῖς νοήμασιν ἐπακολουθοῦσαν καὶ τὴν ἑρμηνείαν ἐπάγειν, οἷον τὰ μὲν ἀφηγηματικὰ καὶ μύθου τινὸς ἐχόμενα ἀφελῶς προάγοντα· ὅσα δὲ περὶ βασιλέων ἢ θεῶν, σεμνῶς· ὅσα δὲ περὶ παραβο|λῶν καὶ συγκρίσεων, πολιτικῶς· εἰ μὴ ἄρα τις πρὸς τὸ ἀξίωμα 〈μίαν〉 τινὰ ἰδέαν λόγου διὰ πάντων παρέχοιτο· ἐπι- δεικτικώτερον δὲ τὸ προειρημένον καὶ δημοτερπέστερον.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
