# Ars Rhetorica 9-3

Dionysius of Halicarnassus, Ars Rhetorica, Περὶ λόγων ἐξετάσεως. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/ars-rhetorica/9-3

Τρίτος ἡμῖν στόλος ἐστὶ τοῦ λόγου ἐπὶ τὴν τέχνην· εἴπομεν γὰρ ἤδη περὶ ἤθους καὶ γνώμης. πρῶτον τὴν | ὑπόνοιαν, ᾗ ἄν τις ἀμφισβητήσαι, ἐκκαθάρωμεν. ἡ δ’ ὑπόνοια τίς; οἰηθείη ἄν τις, εἴ περ μὴ περιττὰ λέγοι μήτ’ ἐλλείποντα μήτ’ ἐναντία, τεχνίτην αὐτὸν εἶναι. τί οὖν πλέον ἡ τέχνη ἐστὶ τῆς περὶ τὴν γνώμην ἀσφαλοῦς πραγματείας; πολὺ τὸ πλέον. ἡ μὲν γὰρ γνώμη τὸ τῷ πράγματι χρήσιμον ἔχει τὸ εἰς ἀπόδειξιν, ἡ τέχνη τὸ πιθανὸν τοῖς ἀκούουσιν. ὥςπερ ἐν ἰατρικῇ εἴ τις τὴν μὲν γνώμην λέγοι, τὸ δεῖν τεμεῖν ἢ τὸ δεῖν φαρμακοποσίᾳ χρῆσθαι, τὴν δὲ τέχνην λέγοι τὸ κρύψαι τὸν σίδηρον, τὸ φάρμακον ἐν τοῖς γλυκέσι καὶ τοῖς συντρόφοις σιτίοις παρέχειν. αὕτη ἡ τέχνη μετὰ τὴν γνώμην ἐστίν. πῶς 〈δ’〉 ἂν συναγάγοις ἦθος καὶ τὴν γνώμην τέχνῃ; * * * * * * * * * * * * * * * ὡς δ’ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα δριμύ, τό τε προἱεῖσι μογοστόκοι Εἰλείθυιαι· δεύτερον· Ἥρης θυγατέρες πικρὰς ὠδῖνας ἔχουσαι. τρίτον [τέταρτον] ἐστὶ δι’ οὗ ἐπανέρχεται ἐπὶ τὸ πρῶτον ὸς ὀξεῖ’ ὀδύναι δῦνον μένος Ἀτρείδαο. οὕτω καὶ Θουκυδίδης· ἐκ δὲ τεκμηρίων, ὧν ἐπὶ μακρότατον σκοποῦντί μοι πιστεῦσαι ξυμβαίνει, οὐ μεγάλα νομίζω γενέσθαι. εἶτα τὸ τεκμήριον πόσα ἔχει ὀνόματα; τεκμήριον, μαρτύριον, σημεῖον, παράδειγμα. προβὰς ἐρεῖ· μαρτύριον [σημεῖον] δέ· Δήλου γὰρ καθαιρομένης ὑπὸ Ἀθηναίων. πάλιν προελθὼν ἐρεῖ· καὶ παράδειγμα τόδε τοῦ λόγου οὐκ ἐλάχιστόν ἐστιν. καὶ πάλιν προελθών· σημεῖον δ’ ἐστὶν ταῦτα τῆς Ἑλλάδος ἔτι οὕτω νεμόμενα. καὶ ὅταν πᾶν εἴπῃ, ἐπὶ τὸ πρῶτον πάλιν, ἐπὶ τὸ δεύτερον· καὶ ὅλως ἡ χρεία τὸν ἀριθμὸν ἀνακαλέσεται. τοῦτο τὸ πολλοστῶς ἐστιν εἰπεῖν. ἕπεται τούτῳ τὸ ποικίλως. διαφέρει δὲ τὸ ποικίλως τοῦ πολλοστῶς, τὸ τῶν ἰδεῶν | τῆς λέξεως.

---

Dionysius of Halicarnasus, Ars Rhetorica, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg016.local001/.
