Ancient Greek
Chapter 12
Dionysius of Halicarnassus, De Demosthenis dictione 12.1
Not analysed yet
12 αὕτη μὲν ἡ Ἀυσίου διήγησις ἐκ τοῦ κατὰ Τίσιδος λόγου. ἣν δὲ νῦν μέλλω λέγειν, Δημοσθένους ἐκ τοῦ κατὰ Κόνωνος, ἧς τὴν πραγματικὴν ὁμοιότητα ἐάσαντες τὴν ἐν τῆ λέξει σκοπῶμεν· ‘Ἐξήλθομεν ἔτος τουτὶ τρίτον εἰς Πάνακτον φρουρὰς ἡμῖν προγρα φείσης. ἐσκήνωσαν οὖν οἱ υἱεῖς οἱ Κόνωνος τουτουὶ ἐγγὺς ἡμῶν, ὡς οὐκ ἂν ἐβουλόμην. ἡ γὰρ ἐξ ἀρχῆς ἔχθρα καὶ τὰ προσκρούματα ἐκεῖθεν ἡμῖν συνέβη· ἑξῆς δὲ ἀκούσεσθε. ἔπινον ἑκάστοτε οὗτοι τὴν ἡμέραν ὅλην, ἐπειδὴ τάχιστα ἀριστήσειαν, καὶ τοῦθ’ ,ἕωσπερ ἦμεν ἐν τῇ φρουρᾷ, διετέλουν ποιοῦντες· ἡμεῖς δʼ, ὥσπερ ἐνθάδε εἰώθειμεν, οὕτω διήγομεν καὶ ἔξω. καὶ ἣν δειπνοποιεῖσθαι τοῖς ἄλλοις ὥραν συμβαίνοι, ταύτην ἂν οὐτοι ἐπαρμνουν ἥδη, τὰ μὲν πολλὰ εἰς τούς παῖδας τοὺς ἀκολούθους ἡμῶν, τελευτῶντες δὲ καὶ εἰς ἡμᾶς αὐτούς. φήσαντες γὰρ καπνίζειν αὐτούς ὀψοποιουμένους τοὺς παῖδας ἢ κακῶς λέγειν, ὅ τι τύχοιεν, ἔτυπτον καὶ τὰς ἀμίδας κατεσκεδάννυσαν καὶ προσεούρουν καὶ ἀσελγείας καὶ ὕβρεως οὐδʼ ὁτιοῦν ἀπέλειπον. ὁρῶντες δὲ ἡμεῖς ταῦτα καὶ λυπούμενοι τὸ μὲν πρῶτον ἀπεπεμψάμεθα· ὡς δʼ ἐχλεύαζον ἡμᾶς καὶ οὐκ ἐπαύοντο, τῷ στρατηγῷ τὸ πρᾶγμα εἴπομεν κοινῇ πάντες οἱ σύσσιτοι προσελθόντες, οὐδὲν ἐγὸὼ τῶν ἄλλων ἔξω. λοιδορηθέντος δὲ αὐτοῖς ἐκείνου καὶ κακίσαντος αὐτούς, οὐ μόνον περὶ ὧν εἰς ἡμᾶς ἠσέλγαινον ἀλλὰ καὶ περὶ ὧν ἐποίουν ὅλως ἐν τῷ στρατοπέδῳ, τοσούτου ἐδέησαν παύσασθαι ἢ αἰσχυνθῆναι, ὥστε, ἐπειδὴ θᾶττον συνεσκότασεν, εὐθὺς ὡς ἡμᾶς εἰσεπήδησαν ταύτῃ τῇ ἑσπέρᾳ. καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, ἔπειτα δὲ καὶ πληγὰς ἐνέτειναν ἐμοὶ καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν καὶ τῶν ἄλλων τινὰς στρατιωτῶν, οἳ διεκώλυσαν μηδὲν ἡμᾶς ἀνήκεστον παθεῖν μηδʼ αὐτοὺς ποιῆσαι παροινουμένους ὑπὸ τούτων. τοῦ δὲ πράγματος εἰς τοῦτο παρελθόντος, ὡς δεῦρο ἀνήλθομεν, ἦν ἡμῖν, οἶον εἰκός, ἐκ τούτων ὀργὴ καὶ ἔχθρα πρὸς ἀλλήλους. οὐ μὴν ἔγωγε ῥμην δεῖν οὕτε δίκην λαχεῖν αὐτοῖς οὔτε λόγον ποιεῖσθαι τῶν συμβάντων. ἀλλʼ ἐκεῖνʼ ἀπλῶς ἐγνώκειν τὸ λοιπὸν εὐλαβεῖσθαι καὶ φυλάττεσθαι μὴ πλησιάζειν ὡς τοὺς τοιούτους. πρῶτον μὲν οὖν, ὧν εἴρηκα, τούτων βούλομαι τὰς μαρτυρίας παρασχόμενος μετὰ ταῦτα, ὅσα ὑστὸ τούτου πέπονθα, ἐπιδεῖξαι, ἴνα εἰδῆτε, ὅτι ᾇ προσῆκε τοῖς τὸ πρῶτον ἁμαρτηθεῖσιν ἐπιτιμᾶν, οὗτος αὐτὸς πρὸς τούτοις πολλᾷ δεινότερα διαπέπρακται. —Μάρτυρες. —Ὧν μὲν τοίνυν οὐθένα ἄμην δεῖν λόγον ποιεῖσθαι, ταῦτά ἐστι. χρόνῳ δʼ ὕστερον οὐ πολλῷ περιπατοῦντος ὥσπερ εἰώ|θειν ἑσπέρας ἐν ἀγορὰ μου μετὰ Θνανοστράτου τοῦ Κοηφισέως τῶν ἡλικιωτῶν τινος παρέρχεται Κτησίας, ὁ υἱὸς ὁ τούτου μεθύων κατὰ τὸ Δεωκόριον ἐγγύς ἰὼιν Πυθοδώρου. κατιδὼν δὲ ἡμᾶς καὶ κραυγάσας καὶ διαλεχθείς τι πρὸς αὐτὸν οὕτως, ὡς ἂν μεθύων, ὥστε μὴ μαθεῖν, ὅ τι λέγει, παρῆλθε πρὸς Μελίτην ἄνω. ἔπινον δʼ ἄρα ἐνταῦθα παρὰ αμφίλῳ τῷ γναφεῖ Κόνων οὑτοσὶ θεόδωρός τις Ἀλκιβιάδης Στίνθαρος ὁ Εύβούλου Θεογένης ὁ Ἀνδρομένους πολλοί τινες, οὓς ἐξαναστήσας ὁ Κτησίας ἐπορεύετο εἰς τὴν ἀγοράν. καὶ ἡμῖν συμβαίνει ἀναστρέφουσιν ἐκ τοῦ Φερρεφαττίου καὶ περιπατοῦσι πάλιν κατʼ αὐτό πως τὸ Λεω|κόριον εἶναι, καὶ τούτοις περιτυγχάνομεν. ὡς δʼ ἀνεμίχθημεν, εἷς μὲν αὐτῶν ἀγνώς τις τῷ Φανοστράτῳ προσπίπτει καὶ κατεῖχεν ἐκεῖνον. Κόνων δὲ οὑτοσὶ καὶ ὁ υἱὸς αὐτοῦ καὶ ὁ ᾿Ανδρομένους υἱὸς ἐμοὶ περιπεσόντες τὸ μὲν πρῶτον ἐξέδυον, εἶτα ὑποσκελίσαντες καὶ ῥάξαντες εἰς τὸν βόρβορον οὕτω διέθηκαν ἐναλλόμενοι καὶ ὑβρίζοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι τοὺς δʼ ὀφθαλμοὺς συγκλεῖσαι. οὕτω δὲ κακῶς ἔχοντα κατέλιπον, ὥστε μήτε ἀναστῆναι μήτε φθέγξασθαι δύνασθαι. κείμενος δʼ αὐτῶν ἥκουον πολλὰ καὶ δεινὰ λεγόντων. καὶ τὰ μὲν ἄλλα βλασφημίας ἔχει τινάς, ἃς κἂν ὀνομάζειν ὀκνήσαιμι, ὃ δὲ τῆς ὕβρεώς ἐστι τῆς τούτου σημεῖον καὶ τεκμήριον, ὡς πᾶν τὸ πρᾶγμα ὑπὸ τούτου γενόμενον, τοῦθʼ ὑμῖν ἐρῶ· ᾖδεν γὰρ τοὺς ἀλεκτρυόνας μιμούμενος τοὺς νενικηκότας, οἳ δὲ κροτεῖν αὐτὸν ἠξίουν τοῖς ἀγκῶσιν ἀντὶ πτερύγων τὰς πλευράς. ʼ