Ancient Greek · ~13 min
Chapter 20
Dionysius of Halicarnassus, De Demosthenis dictione 20.1
Not analysed yet
ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς ἐστιν ἡ λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν τοιαύτην· ‘τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δʼ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆ|θος ὄντες, ὥσπερ βασιλεὺς ὁ μέγας μισθωτοῖς χρώμεθα τοῖς στρατοπέδοις’. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν στρογγυλωτέραν; ‘ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν τῶν προγόνων, τὰ δʼ ἄλλα βελτίους, οὐ λέγω τῶν εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων. καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς ὁ μέγας’. ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν ἡ διάλεκτος αὐτοῦ καὶ οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν. εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, ἅ τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι. διαδέ|χεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις· ‘καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ᾿ ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθʼ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους ὀλίγῳ πρότερον εἶπον, μεθʼ ὅπλων κινδυνεύουσιν’. ἐν τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματος (γενναία γὰρ ἡ διάνοια καὶ δυναμένη κινῆσαι πάθος), τὸ δὲ τῆς λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν· ἣ δʼ ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν ζητοῦσα τὴν ἀκοήν. ἀλλʼ εὖ τοῖς σχήμασιν ἔχει πρὸς ἀγῶνας πολλοῖς οὖσι καὶ |ποικίλοις καὶ διὰ τούτων παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα τὴν ἀκοὴν ταῦτʼ ἔστι τὰ μειρακιώδη πάρισα καὶ τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς ὁ λόγος, τό τε πρᾶγμα ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων ἑκάστη διʼ ἀντιθέτων κατεσκεύασται, ὥστʼ ἀποκναίειν τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. ὅ δὲ λέγω, τοιοῦτόν ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν· οἳ μὲν γὰρ ἡμεῖς δέ, καί· κἀκεῖνοι μὲν ἡμεῖς δέ, καί· τότε μὲν νῦν δέ, καί· ὅσον οἳ μὲν ἡμεῖς δέ, καί· τοῦτο μὲν τοῦτο δέ. ταῦτʼ ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι σχημά|των, ἃ πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ ταῦθʼ ἱκανά.