# De imitatione (fragmenta) 31.2.11

Dionysius of Halicarnassus, De imitatione (fragmenta), Fragment 31, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/de-imitatione-fragmenta/31.2.11

Σοφοκλῆς δὲ ἔν τε τοῖς 〈ἤθεσι καὶ τοῖς〉 πάθεσι διήνεγκεν τὸ τῶν προσώπων ἀξίωμα τηρῶν· Εὐριπίδῃ μέντοι τὸ ὅλον ἀληθὲς καὶ προσεχὲς τῷ βίῳ τῷ νῦν ἤρεσεν· ὅθεν τὸ πρέπον αὐτὸν καὶ κόσμιον πολλαχοῦ διέφυγεν, καὶ οὐχὶ τὰ γεννικὰ καὶ μεγαλοφυῆ τῶν προσώπων ἤθη καὶ πάθη καθά περ Σοφοκλῆς κατώρθωσεν· εἰ δέ τι ἄσεμνον καὶ ἄνανδρον καὶ ταπεινόν, σφόδρα ἰδεῖν ἔστιν αὐτὸν ἠκριβωκότα. καὶ Σοφοκλῆς μὲν οὐ περιττὸς ἐν τοῖς λόγοις, ἀλλ’ ἀναγκαῖος· ὁ δὲ Εὐριπίδης πολὺς ἐν ταῖς ῥητορικαῖς εἰσαγωγαῖς. καὶ ὃ μὲν ποιη τικός ἐστιν ἐν τοῖς ὀνόμασι, καὶ πολλάκις ἐκ πολλοῦ τοῦ μεγέθους εἰς διάκενον κόμπον ἐκπίπτων οἷον εἰς ἰδιωτικὴν παντάπασι ταπεινότητα κατέρχεται· ὃ δὲ οὔτε ὑψηλός ἐστιν οὔτε μὴν λιτός, ἀλλὰ κεκραμένῃ μεσότητι τῆς λέξεως κέχρηται. Τῶν δὲ κωμῳδῶν μιμητέον τὰς | λεκτικὰς ἀρετὰς ἁπάσας· εἰσὶ γὰρ καὶ τοῖς ὀνόμασι καθαροὶ καὶ σαφεῖς, καὶ βραχεῖς καὶ μεγαλοπρεπεῖς καὶ δεινοὶ καὶ ἠθικοί. Μενάνδρου δὲ και τὸ πραγματικὸν θεωρητέον.

---

Dionysius of Halicarnasus, De imitatione (fragmenta), ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg014.local001/.
