# De imitatione (fragmenta) 31.3.1

Dionysius of Halicarnassus, De imitatione (fragmenta), Fragment 31, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/de-imitatione-fragmenta/31.3.1

Τῶν μέντοι συγγραφέων Ἡρόδοτος μὲν ἐξείργασται βέλτιον τὸ πραγματικὸν εἶδος· τῷ δὲ λεκτικῷ ποτὲ μὲν πλεονεκτεῖ Θουκυδίδης, ποτὲ δὲ ἔμπαλιν· ἔστιν δ’ ἐν οἷς ἐξισοῦνται. τῇ μὲν γὰρ ἀκριβείᾳ τῶν ὀνομάτων, | ἧς ἑκάτεροι προῄρηνται διαλέκτου ἀποσῴζουσι τὸ ἴδιον· τῆς σαφηνείας δὲ ἀναμφισβητήτως Ἡροδότῳ τὸ κατόρθωμα δέδοται. καὶ τὸ μὲν σύντομον ἔστι παρὰ Θουκυδίδῃ, τὸ δὲ ἐναργὲς παρὰ ἀμφοτέροις. ἐν μέντοι τοῖς ἠθικοῖς κρατεῖ ὁ Ἡρόδοτος, ἐν δὲ τοῖς παθητικοῖς ὁ Θουκυδίδης. πάλιν καλλιλογίᾳ καὶ μεγαλοπρεπείᾳ διαφέρουσιν οὐδὲν ἀλλήλων, ἀλλ’ ἑκάτεροι τούτων τε καὶ τῶν τοιούτων ἀρετῶν κρατοῦσι. ῥώμῃ δὲ καὶ ἰσχύι καὶ τόνῳ καὶ τῷ περιττῷ καὶ πολυσχηματίστῳ παρηυδοκίμησε Θουκυδίδης· ἡδονῇ δὲ καὶ πειθοῖ καὶ χάριτι καὶ τῷ [ἀφελεῖ] αὐτοφυεῖ [ἀβασανίστῳ] μακρῷ διενεγκόντα τὸν Ἡρόδοτον εὑρίσκομεν· ὃς καὶ μετὰ τούτων τὸ πρέπον 〈περὶ〉 πραγματείαν καὶ προσωποποιίαν μᾶλλον συντετήρηκεν.

---

Dionysius of Halicarnasus, De imitatione (fragmenta), ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg014.local001/.
