# De imitatione (fragmenta) 31.3.2

Dionysius of Halicarnassus, De imitatione (fragmenta), Fragment 31, Section 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/de-imitatione-fragmenta/31.3.2

|| Φιλίστου δὲ καὶ Ξενοφῶντος * * ὁ μὲν Ξενοφῶν Ἡροδότου ζηλωτὴς ἐγένετο κατά τε τὰς πραγματικὰς ἀρετὰς 〈καὶ τὰς λεκτικάς· καὶ τῷ μὲν πραγματικῷ τύπῳ οὐχ ἥττων Ἡροδότου κατά τε τὰς ὑποθέσεις〉 καὶ τὰς οἰκονομίας καὶ τὰ ἠθικά, τῷ δὲ λεκτικῷ πῇ μὲν ὅμοιος, πῇ δὲ ἐλάττων· ἐκλεκτικὸς μὲν γὰρ καὶ καθαρὸς τοῖς ὀνόμασι, καὶ σαφὴς καὶ ἐναργής, καὶ κατὰ τὴν σύνθεσιν ἡδὺς καὶ εὔχαρις, ὡς καὶ πλεῖον 〈ἔχειν〉 ἐκείνου· ὕους δὲ καὶ μεγαλοπρεπείας καὶ καθόλου τοῦ στορικοῦ πλάσματος οὐκ ἐπέτυχεν· ἀλλ’ οὐδὲ τοῦ πρέποντος τοῖς προσώποις πολλάκις ἐστοχάσατο, περιτιθεὶς ἀνδράσιν ἰδιώταις καὶ βαρβάροις ἔσθ’ ὅτε λόγους φιλοσόφους, λέξει χρώμενος διαλόγοις πρεπούσῃ μᾶλλον ἢ στρατιωτικοῖς κατορθώμασι. Φίλιστος δὲ μιμητής ἐστι | Θουκυδίδου, ἔξω τοῦ ἤθους· ᾧ μὲν γὰρ ἐλεύθερον καὶ φρονήματος μεστόν· τούτῳ δὲ θεραπευτικὸν τῶν τυράννων καὶ δοῦλον πλεονεξίας. ἐζήλωκεν δὲ πρῶτον μὲν τὸ τὴν ὑπόθεσιν ἀτελῆ καταλιπεῖν τὸν αὐτὸν ἐκείνῳ τρόπον· οὐ μὴν ἀλλὰ καὶ τὴν ἀταξίαν αὐτοῦ τῆς οἰκονομίας· καὶ δυσπαρακολούθητον τὴν πραγματείαν τῇ συγχύσει τῶν εἰρημένων πεποίηκεν. τῆς 〈δὲ〉 λέξεως τὸ μὲν γλωσσηματικὸν καὶ περίεργον οὐκ ἐζήλωκεν Θουκυδίδου· τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ εὔτονον καὶ ἐναγώνιον πάνυ ἀκριβῶς ἀπεμάξατο, οὐ μὴν ὁμοίως τὴν καλλιλογίαν καὶ τὴν σεμνότητα καὶ τὴν ἀφθονίαν τῶν ἐνθυμημάτων, καὶ τὰ βάρη καὶ τὰ πάθη καὶ τοὺς σχηματισμούς. μικρὸς δὲ ἐστὶ καὶ ταπεινὸς κομιδῇ ταῖς ἐκφράσεσιν ἤτοι τόπων ἢ ναυμαχιῶν ἢ πεζῶν παρατάξεων ἢ οἰκισμοῦ πόλεων. οὐδὲ ὁ λόγος τῷ μεγέθει τοῦ πράγματος ἐξισοῦται. συνετὸς | μέντοι κατὰ τὴν ἑρμηνείαν. Θουκυδίδου 〈δὲ〉 πρὸς τοὺς ἀληθεῖς ἀγῶνας ὠφελιμώτερος.

---

Dionysius of Halicarnasus, De imitatione (fragmenta), ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg014.local001/.
