Ancient Greek
Fragment 31, Section 3
Dionysius of Halicarnassus, De imitatione (fragmenta) 31.3.3
Not analysed yet
Θεόπομπος δὲ ὁ Χίος πρῶτον μὲν ἐν τῷ προἑλέσθαι τοιαύτας ἱστορίας ὑποθέσεις ἄξιος ζήλου· μετὰ δέ, οἰκονομίας (ἔχει γοῦν τὸ εὐπαρακολούθητον καὶ σαφὲς ἡ γραφή)· ἔτι δὲ καὶ τῆς ποικιλίας τῆς ἐν τοῖς πράγμασιν· οὐ μὴν ἀλλὰ καὶ τῆς ἐφ’ ἑκάστοις παρρησίας καὶ τοῦ μηδὲ τὰς ἀπορρήτους τῶν γενομένων ἢ λεχθέντων αἰτίας ἀποκρύψασθαι, στοχάσασθαι δ’ ἀκριβῶς τῆς τῶν |εἰπόντων ἢ πεποιηκότων γνώμης. τὸ 〈δὲ〉 λεκτικὸν αὐτοῦ τῷ Ἰσοκρατικῷ παραπλήσιον, πλὴν ὅσον πικρόν ἐστι καὶ σφόδρα ἔντονον, τὰ δ’ ἄλλα ὁμοία ἡ λέξις· καὶ γὰρ κοινὴ καὶ σαφὴς καὶ μεγαλοπρεπὴς καὶ σεμνὴ καὶ πομπική, συνθέσεως τετυχηκυῖα τῆς πρὸς ἡδονήν. πονηρὰ δὲ ἡ πολλὴ τῆς τῶν φωνηέντων φυλακὴ συγκρούσεως καὶ 〈αἱ〉 κατεπιτετηδευμέναι κυκλικαὶ περίοδοι καὶ 〈οἱ〉 ὁμοιειδεῖς τῶν σχηματισμῶν. διήμαρτεν δὲ καὶ ὁμαλότητος πραγματικῆς κατὰ τὰς τῶν παρεκβάσεων ἐπεισαγωγάς· καὶ γὰρ ψυχρῶς ἔνιαι καὶ ἀκαίρως λέγονται, καθάπερ τὰ περὶ τὸν ἐν Μακεδόνιᾳ Σιληνὸν ἱστορηθέντα καὶ τὰ περὶ τὸν δράκοντα τὸν πρὸς τὴν τριήρη ναυμαχοῦντα.