Ancient Greek
Chapter 1
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 1.1
Not analysed yet
χαίρειν ἐπιστολήν τινα παρὰ σοῦ κομισθεῖσαν ἐδεξάμην εὐπαίδευτόν τε καὶ πάνυ μοι κεχαρισμένην, ἐν ᾗ γράφεις, ὅτι τὰς συντάξεις τὰς ἐμὰς ἐπιχορηγοῦντός σοι Ζήνωνος τοῦ κοινοῦ φίλου διαπορευόμενος καὶ πάνυ διατιθέμενος οἰκείως, ἐν αὐταῖς τὰ μὲν ἄλλα θαυμάζεις, ἑνὶ δὲ μέρει δυσχεραίνεις τῶν ἐν αὐταῖς κατακεχωρισμένων, τῇ Πλάτωνος κατηγορίᾳ. ὅτι μὲν οὖν σεβαστικῶς διάκεισαι πρὸς τὸν ἄνδρα, ὀρθῶς ποιεῖς· ὅτι δὲ περὶ ἡμῶν τἀναντία ὑπείληφας, οὐκ ὀρθῶς.