Ancient Greek
Chapter 1
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 1.11
Not analysed yet
ὁπότε οὖν Πλάτων τὸ φορτικώτατον καὶ ἐπαχθέστατον τῶν ἔργων προελόμενος, αὑτὸν ἐπαινεῖν κατὰ τὴν δύναμιν τῶν λόγων, οὐδὲν ᾤετο ποιεῖν κατηγορίας ἄξιον, εἰ παρὰ τὸν ἄριστον τῶν τότε ῥητόρων τοὺς ἰδίους ἐξετάζειν ἠξίου λόγους ἐπιδεικνύμενος Λυσίαν τε ἐν οἷς ἡμάρτηκεν καὶ ἑαυτὸν ἐν οἷς κατώρθωκε, τί θαυμαστὸν ἐποίουν ἐγὼ τοῖς Δημοσθένους λόγοις συγκρίνων τοὺς Πλάτωνος καὶ εἴ τι μὴ καλῶς ἐν αὐτοῖς ἔχειν ᾤμην, ἐπιλογιζόμενος;