Ancient Greek · ~2 min
Chapter 1
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 1.8
Not analysed yet
εἰ δὲ ἀχάριστον ὑπολήψεταί τις ἐν τοῖς πολιτικοῖς λόγοις τὴν ἐκ τῆς συγκρίσεως ἐξέτασιν καὶ καθʼ ἑαυτὸν ἕκαστον ἀξιώσει σκοπεῖν, οὐδὲν κωλύσει τὸ αὐτὸ τοῦτο καὶ ἐπὶ τῶν ἄλλων ποιεῖν, καὶ μήτε ποίησιν ἀντεξετάζειν ἑτέρᾳ ποιήσει μήθʼ ἱστορικὴν σύνταξιν ἑτέρᾳ συντάξει μήτε πολιτείαν πολιτείᾳ μήτε νόμον νόμῳ, μὴ στρατηγὸν στρατηγῷ, μὴ βασιλεῖ βασιλέα, μὴ βίῳ βίον, μὴ δόγματι δόγμα· τοῦτο δʼ οὐκ ἄν τις συγχωρήσειε νοῦν ἔχων.