Ancient Greek · ~1 min
Chapter 2
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 2.15
Not analysed yet
καὶ μετʼ ὀλίγα πάλιν ἐπιλέγεις ταυτί· ἐγὼ δὲ καίπερ ἔχων ἀπολογήσασθαι ὑπὲρ ἁπάντων ἢ τῶν γε πλείστων οὐ τολμῶ σοι ἐναντία λέγειν· ἓν δὲ τοῦτο διισχυρίζομαι, ὅτι οὐκ ἔστι μεγάλως ἐπιτυχεῖν ἐν οὐδενὶ τρόπῳ μὴ τοιαῦτα τολμῶντα καὶ παραβαλλόμενον, ἐν οἷς καὶ σφάλλεσθαι ἐστὶν ἀναγκαῖον.