Ancient Greek · ~2 min
Chapter 3
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 3.13
Not analysed yet
μετὰ τοῦτο ἔργον ἐστὶν ἱστορικοῦ διελέσθαι τε καὶ τάξαι τῶν δηλουμένων ἕκαστον ἐν ᾧ δεῖ τόπῳ. πῶς οὖν ἑκάτερος διαιρεῖται καὶ τάττει τὰ λεγόμενα; Θουκυδίδης μὲν τοῖς χρόνοις ἀκολουθῶν, Ἡρόδοτος δὲ ταῖς περιοχαῖς τῶν πραγμάτων. καὶ γίγνεται Θουκυδίδης μὲν ἀσαφὴς καὶ δυσπαρακολούθητος· πολλῶν γὰρ κατὰ τὸ αὐτὸ θέρος ἢ τὸν αὐτὸν χειμῶνα γιγνομένων ἐν διαφόροις ὡς εἰκὸς τόποις, ἡμιτελεῖς τὰς πρώτας πράξεις καταλιπὼν ἑτέρων ἅπτεται · πλανώμεθα δὴ καθάπερ εἰκός, καὶ δυσκόλως τοῖς δηλουμένοις παρακολουθοῦμεν ταραττομένης τῆς διανοίας.