# Ἐπιστολὴ πρὸς Πομπήιον 3.15

Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/dionysius-of-halicarnassus/text-11/3.15

μιᾶς δʼ ἰδέας ἐπιμνησθήσομαι πραγματικῆς, ἣν οὐδεμιᾶς τῶν εἰρημένων ἧττον ἐν ἁπάσαις ἱστορίαις ζητοῦμεν, τὴν αὐτοῦ τοῦ συγγραφέως διάθεσιν, ᾗ κέχρηται πρὸς τὰ πράγματα περὶ ὧν γράφει· ἡ μὲν Ἡροδότου διάθεσις ἐν ἅπασιν ἐπιεικὴς καὶ τοῖς μὲν ἀγαθοῖς συνηδομένη, τοῖς δὲ κακοῖς συναλγοῦσα· ἡ δὲ Θουκυδίδου αὐθέκαστός τις καὶ πικρὰ καὶ τῇ πατρίδι τῆς φυγῆς μνησικακοῦσα. τὰ μὲν γὰρ ἁμαρτήματα ἐπεξέρχεται καὶ μάλα ἀκριβῶς, τῶν δὲ κατὰ νοῦν κεχωρηκότων καθάπαξ οὐ μέμνηται, ἢ ὥςπερ ἠναγκασμένος. Καὶ κατὰ μὲν τὸν πραγματικὸν τόπον ἥττων ἐστὶν Ἡροδότου διὰ ταῦτα Θουκυδίδης· κατὰ δὲ τὸν λεκτικὸν τὰ μὲν ἥττων, τὰ δὲ κρείττων, τὰ δʼ ἴσος. ἐρῶ δὲ καὶ περὶ τούτων, ὡς ὑπείληφα.

---

Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον, ed. Hermann Usener, Ludwig Radermacher. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0081.tlg015.local001/.
