Ancient Greek · ~4 min
4.2 to 4.4
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 4.2-4
Not analysed yet
οὐ μόνον δὲ τῶν ὑποθέσεων χάριν ἄξιος ἐπαινεῖσθαι ,ἀλλὰ καὶ τῆς οἰκονομίας· ταῖς τε γὰρ ἀρχαῖς αὐτῶν ταῖς πρεπωδεστάταις κέχρηται καὶ τελευτὰς ἑκάστῃ τὰς ἐπιτηδειοτάτας ἀποδέδωκε, μεμέρικέν τε καλῶς καὶ τέταχεν καὶ πεποίκιλκε τὴν γραφήν. ἦθός τε ἐπιδείκνυται θεοσεβὲς καὶ δίκαιον καὶ καρτερικὸν καὶ εὐπρεπές, ἁπάσαις τε συλλήβδην κεκοσμημένον ἀρεταῖς· καὶ ὁ μὲν πραγματικὸς τύπος αὐτῷ τοιοῦτος. ὁ δὲ λεκτικὸς πῇ μὲν ὅμοιος Ἡροδότου, πῇ δὲ ἐνδεέστερος. καθαρὸς μὲν γὰρ τοῖς ὀνόμασιν ἱκανῶς καὶ σαφὴς καὶ ἐναργὴς καθάπερ ἐκεῖνος· ἐκλέγει δὲ ὀνόματα συνήθη τε καὶ προσφυῆ τοῖς πράγμασι, καὶ συντίθησιν αὐτὰ ἡδέως πάνυ καὶ κεχαρισμένως οὐχ ἧττον Ἡροδότου. ὕψος δὲ καὶ κάλλος καὶ μεγαλοπρέπειαν καὶ τὸ λεγόμενον ἰδίως πλάσμα ἱστορικὸν Ἡρόδοτος ἔχει· οὐ γὰρ μόνον οὐκ ἴσχυσε τοῦτο παρʼ αὐτοῦ λαβεῖν, ἀλλὰ κἄν ποτε διεγεῖραι βουληθῇ τὴν φράσιν, ὀλίγον ἐμπνεύσας ὥσπερ ἀπόγειος αὖρα ταχέως σβέννυται μακρότερος γὰρ γίνεται τοῦ δέοντος ἐν πολλοῖς, καὶ τοῦ πρέποντος οὐχ ὡς Ἡρόδοτος ἐφάπτεται τῶν προσώπων εὐτυχῶς, ἀλλʼ ἐν πολλοῖς ὀλίγωρός ἐστιν, ἄν τις ὀρθῶς σκοπῇ.