Ancient Greek · ~1 min
Chapter 6
Dionysius of Halicarnassus, Ἐπιστολὴ πρὸς Πομπήιον 6.9
Not analysed yet
ὁ δὲ λεκτικὸς Ἰσοκράτει μάλιστα ἔοικε· καθαρά τε γὰρ ἡ λέξις καὶ κοινὴ καὶ σαφής, ὑψηλή τε καὶ μεγαλοπρεπὴς καὶ τὸ πομπικὸν ἔχουσα πολύ, συγκειμένη τε κατὰ τὴν μέσην ἁρμονίαν, ἡδέως καὶ μαλακῶς ῥέουσα. διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπʼ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι,