Ancient Greek · ~2 min
1.1.4 to 1.1.5
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.1.4-5
Not analysed yet
οἱ δὲ προαιρούμενοι μὲν τὰς κρατίστας ὑποθέσεις, εἰκῆ δὲ καὶ ῥᾳθύμως αὐτὰς συντιθέντες ἐκ τῶν ἐπιτυχόντων ἀκουσμάτων, οὐδένα ὑπὲρ τῆς προαιρέσεως ἔπαινον κομίζονται· οὐ γὰρ ἀξιοῦμεν αὐτοσχεδίους οὐδὲ ῥᾳθύμους εἶναι τὰς περί τε πόλεων ἐνδόξων καὶ ἀνδρῶν ἐν δυναστείᾳ γεγονότων ἀναγραφομένας ἱστορίας. ταῦτα δὴ νομίσας ἀναγκαῖα καὶ πρῶτα θεωρήματα τοῖς ἱστορικοῖς εἶναι καὶ πολλὴν ποιησάμενος ἀμφοτέρων ἐπιμέλειαν οὔτε παρελθεῖν τὸν ὑπὲρ αὐτῶν λόγον ἐβουλήθην, οὔτε ἐν ἄλλῳ τινὶ τόπῳ καταχωρίσαι μᾶλλον ἢ τῷ προοιμίῳ τῆς πραγματείας.