Ancient Greek · ~2 min
Book 1, Chapter 10
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.10.1
Not analysed yet
τοὺς δὲ Ἀβοριγῖνας, ἀφʼ ὧν ἄρχει Ῥωμαίοις τὸ γένος, οἱ μὲν αὐτόχθονας Ἰταλίας, γένος αὐτὸ καθʼ ἑαυτὸ γενόμενον ἀποφαίνουσιν· Ἰταλίαν δὲ καλῶ τὴν ἀκτὴν σύμπασαν, ὅσην Ἰόνιός τε κόλπος καὶ Τυρρηνικὴ θάλασσα καὶ τρίται περιέχουσιν ἐκ γῆς Ἄλπεις. καὶ τὴν ὀνομασίαν αὐτοῖς τὴν πρώτην φασὶ τεθῆναι διὰ τὸ γενέσεως τοῖς μετʼ αὐτοὺς ἄρξαι, ὥσπερ ἂν ἡμεῖς εἴποιμεν γενεάρχας ἢ πρωτογόνους.