Ancient Greek · ~2 min
Book 1, Chapter 11
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.11.4
Not analysed yet
Πευκέτιος μὲν οὖν, ἔνθα τὸ πρῶτον ὡρμίσαντο τῆς Ἰταλίας, ὑπὲρ ἄκρας Ἰαπυγίας ἐκβιβάσας τὸν λεὼν αὐτοῦ καθιδρύεται, καὶ ἀπʼ αὐτοῦ οἱ περὶ ταῦτα τὰ χωρία οἰκοῦντες Πευκέτιοι ἐκλήθησαν. Οἴνωτρος δὲ τὴν πλείω τοῦ στρατοῦ μοῖραν ἀγόμενος εἰς τὸν ἕτερον ἀφικνεῖται κόλπον τὸν ἀπὸ τῶν ἑσπερίων μερῶν παρὰ τὴν Ἰταλίαν ἀναχεόμενον, ὃς τότε μὲν Αὐσόνιος ἐπὶ τῶν προσοικούντων Αὐσόνων ἐλέγετο, ἐπεὶ δὲ Τυρρηνοὶ θαλασσοκράτορες ἐγένοντο, μετέλαβεν ἣν ἔχει νῦν προσηγορίαν.