Ancient Greek · ~2 min
1.13.3 to 1.13.4
Dionysius of Halicarnassus, Ῥωμαϊκὴ Ἀρχαιολογία 1.13.3-4
Not analysed yet
τοὺς δὲ Οἰνώτρους τῆς τʼ ἄλλης Ἰταλίας πολλὰ χωρία οἴομαι κατασχεῖν, τὰ μὲν ἔρημα, τὰ δὲ φαύλως οἰκούμενα καταλαβόντας, καὶ δὴ καὶ τῆς Ὀμβρικῶν γῆς ἐστιν ἣν ἀποτεμέσθαι, κληθῆναι δὲ Ἀβοριγῖνας ἐπὶ τῆς ἐν τοῖς ὄρεσιν οἰκήσεως ʽἈρκαδικὸν γὰρ τὸ φιλοχωρεῖν ἐν ὄρεσινʼ, ὡς ὑπερακρίους τινὰς καὶ παραλίους Ἀθήνησιν. εἰ δέ τινες πεφύκασι μὴ ταχεῖς εἶναι περὶ πραγμάτων παλαιῶν ἀβασανίστως τὰ λεγόμενα δέχεσθαι, μὴ ταχεῖς ἔστωσαν μηδὲ Λίγυας ἢ Ὀμβρικοὺς ἢ ἄλλους τινὰς βαρβάρους αὐτοὺς νομίσαι, περιμείναντες δὲ καὶ τὰ λοιπὰ μαθεῖν κρινέτωσαν ἐξ ἁπάντων τὸ πιθανώτατον.